Digital Corpus for Graeco-Arabic Studies

Hippocrates: Prognosticon (Prognostic)

Littré 1840

γοῦσος· σημαίνει γὰρ ἀσφάλειάν τε καὶ νούσημα ὀλιγοχρόνιον ἔσεσθαι. Εἰ δὲ διαλείποι, καὶ ποτὲ μὲν καθαρὸν οὐρέοιτο, ποτὲ δὲ ὑφίσταται τὸ λευκὸν καὶ λεῖον, χρονιωτέρη γίγνεται ἡ νοῦσος καὶ ἧσσον ἀσφαλής. Εἰ δὲ εἴη τό τε οὖρον ὑπέρυθρον καὶ ἡ ὑπόστασις αὐτέου ὁμοίη καὶ λείη, πολυχρονιώτερον μὲν τοῦτο τοῦ πρώτου γίγνεται, σωτήριον δὲ κάρτα. Κριμνώδεες δὲ ἐν τοῖσιν οὔροισιν αἱ ὑποστάσιες, πονηραί· τουτέων δέ εἰσι κακίους αἱ πεταλώδεες· αἱ λευκαὶ δὲ καὶ λεπταὶ, κάρτα φλαῦραι· τουτέων δ᾿ ἔτι κακίους εἰσὶν αἱ πιτυρώδεες. Νεφέλαι δὲ ἐμφερόμεναι τοῖσιν οὔροισι, λευκαὶ μὲν ἀγαθαὶ, μέλαιναι δὲ φλαῦραι. Ἔστ᾿ ἂν δὲ πυῤῥόν τε εἴη τὸ οὖρον καὶ λεπτὸν, σημαίνει τὸ νούσημα ἄπεπτον εἶναι· ἢν δὲ καὶ πουλυχρόνιον εἴη τοἰοῦτον ἐὸν, κίνδυνος μὴ οὐ δυνήσεται ὁ ἄνθρωπος διαρκέσαι, ἔστ᾿ ἂν πεπανθῇ ἡ νοῦσος.

Work

Title: Hippocrates: Prognosticon
English: Prognostic
Original: Προγνωστικόν

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Littré, Émile

Title: Oeuvres complètes d'Hippocrate

Published: 1840

Series: Oeuvres complètes d'Hippocrate

Volume: 2

Pages: 110-190

Publisher: Baillière, Paris

Download

Hipp-Gr_006.xml [71 Kb]