Digital Corpus for Graeco-Arabic Studies

Hippocrates: Prognosticon (Prognostic)

Littré 1840

ταχέως ἐμέεται. Τουτέων δὲ οἷσιν ἂν ἄρξηται ὁ πόνος τῇ πρώτῃ ἡμέρῃ γίγνεσθαι, τεταρταῖοι πιεζεῦνται μάλιστα καὶ πεμπταῖοι· ἐς δὲ τὴν ἑβδόμην ἀπαλλάσσονται· οἱ μέντοι πλείονες αὐτέων ἄρχονται μὲν πονέεσθαι τριταῖοι, χειμάζονται δὲ μάλιστα πεμπταῖοι, ἀπαλλάσσονται δὲ ἐναταῖοι ἢ ἑνδεκαταῖοι· οἳ δ᾿ ἂν ἄρξωνται πεμπταῖοι πονέεσθαι, καὶ τἄλλα κατὰ λόγον αὐτέοισι γίγνηται, ἐς τὴν τεσσαρεσκαιδεκάτην κρίνεται ἡ νοῦσος. Γίγνεται δὲ ταῦτα τοῖσι μὲν ἀνδράσι καὶ τῇσι γυναιξὶν ἐν τοῖσι τριταίοισι μάλιστα· τοῖσι δὲ νεωτέροισι γίγνεται μὲν καὶ ἐν τουτέοισι, μᾶλλον δὲ ἐν τοῖσι ξυνεχεστέροισι πυρετοῖσι, καὶ ἐν τοῖσι γνησίοισι τριταίοισιν. Οἷσι δ᾿ ἂν ἐν τοιουτοτρόπῳ πυρετῷ κεφαλὴν ἀλγέουσιν ἀντὶ μὲν τοῦ ὀρφνῶδές τι πρὸ τῶν ὀφθαλμῶν φαίνεσθαι, ἀμβλυωγμὸς γίγνεται, ἢ μαρμαρυγαὶ προφαίνονται, ἀντὶ δὲ τοῦ καρδιώσσειν, ἐν τῷ ὑποχονδρίῳ ἐπὶ

Work

Title: Hippocrates: Prognosticon
English: Prognostic
Original: Προγνωστικόν

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Littré, Émile

Title: Oeuvres complètes d'Hippocrate

Published: 1840

Series: Oeuvres complètes d'Hippocrate

Volume: 2

Pages: 110-190

Publisher: Baillière, Paris

Download

Hipp-Gr_006.xml [71 Kb]