Digital Corpus for Graeco-Arabic Studies

Hippocrates: De Officina Medici (In the Surgery)

Littré 1841

μᾶλλον δὲ τοῦ μετρίου, βλάβη, πλὴν παιδίων· ἔχειν ἀνάντη σμικρόν. Διορθώσιος παράδειγμα, τὸ ὁμώνυμον, τὸ ὁμόζυγον, τὸ ὅμοιον, τὸ ὑγιές.

17. Ἀνάτριψις δύναται λῦσαι, δῆσαι, σαρκῶσαι, μινυθῆσαι· ἡ σκληρὴ, δῆσαι· ἡ μαλακὴ, λῦσαι· ἡ πολλὴ, μινυθῆσαι· ἡ μετρίη, παχῦναι.

18. Ἐπιδεῖν δὲ τὸ πρῶτον· ὁ μὲν ἐπιδεδεμένος μάλιστα φάτω πεπιέχθαι κατὰ τὸ σίνος, ἥκιστα τὰ ἄκρα· ἡρμάσθαι δὲ, μὴ πεπιέχθαι· πλήθει, μὴ ἰσχύϊ· τὴν δὲ ἡμέρην ταύτην καὶ νύκτα, ὀλίγῳ μᾶλλον, τὴν δ᾿ ὑστέρην, ἧσσον· τρίτη, χαλαρά. Εὑρεθήτω δὲ τῇ μὲν ὑστεραίῃ ἐν ἄκροισιν οἴδημα μαλθακόν· τῇ τρίτῃ δὲ τὸ ἐπιδεθὲν λυθὲν, ἰσχνότερον, παρὰ πάσας τὰς

Work

Title: Hippocrates: De Officina Medici
English: In the Surgery
Original: Κατ' ἰητρεῖον

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Littré, Émile

Title: Oeuvres complètes d'Hippocrate

Published: 1841

Series: Oeuvres complètes d'Hippocrate

Volume: 3

Pages: 272-336

Publisher: Baillière, Paris

Download

Hipp-Gr_007.xml [30 Kb]