De Officina Medici (In the Surgery)
Littré 1841
ἐπιδέσιας τοῦτο. Τῇ δὲ ὑστεραίῃ ἐπιδέσει, ἢν δικαίως ἐπιδεδεμένον φανῇ, μαθεῖν δεῖ· ἐντεῦθεν δὲ μᾶλλον καὶ ἐπὶ πλέοσι πιεχθήτω· τῇ δὲ τρίτῃ ἐπὶ μᾶλλον καὶ ἐπὶ πλέοσιν. Τῇ δὲ ἑβδόμῃ ἀπὸ τῆς πρώτης ἐπιδέσιος λυθέντα, εὑρεθήτω ἰσχνὰ, χαλαρὰ τὰ ὀστέα. Ἐς δὲ νάρθηκας, δεθέντα, ἢ ἰσχνὰ καὶ ἄκνησμα καὶ ἀνέλκεα ᾖ, ἐᾷν μέχρις εἴκοσιν ἡμερέων ἀπὸ τοῦ σίνεος· ἢν δέ τι ὑποπτεύηται, λῦσαι ἐν τῷ μέσῳ· νάρθηκας διὰ τρίτης ἐρείδειν.
19. Ἡ ἀνάληψις, ἡ θέσις, ἡ ἐπίδεσις, ὡς ἐν τῷ αὐτῷ σχήματι διαφυλάσσειν. Κεφάλαια σχημάτων, ἔθεα, φύσιες ἑκάστου τῶν μελέων· τὰ εἴδεα, ἐκ τοῦ τρέχειν, ὁδοιπορέειν, ἑστάναι, κατακεῖσθαι, ἐκ τοῦ ἔργου, ἐκ τοῦ ἀφεῖσθαι.
20. Ὅτι χρῆσις κρατύνει, ἀργίη δὲ τήκει.
Work
Title: De Officina Medici
English: In the Surgery
Original: Κατ' ἰητρεῖον
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Littré, Émile
Title: Oeuvres complètes d'Hippocrate
Published: 1841
Series: Oeuvres complètes d'Hippocrate
Volume: 3
Pages: 272-336
Publisher: Baillière, Paris
Download
Hipp-Gr_007.xml [30 Kb]