De Officina Medici (In the Surgery)
Littré 1841
κατὰ τὸ τρῶμα, καὶ μάλιστα ἐρείδοντα, ἥκιστα τὰ ἄκρα, μέσως τὰ διὰ μέσου· τὸ ἔσχατον πρὸς τὰ ἄνω τοῦ σώματος νεμόμενον· ἐπιδέσει, πιέξει· ἀτὰρ καὶ ταῦτα, πλήθει μᾶλλον, ἢ ἰσχύϊ· μάλιστα δὲ τουτέοισιν ὀθόνια λεπτὰ, κοῦφα, μαλθακὰ, καθαρὰ, πλατέα, ὑγιέα, ὡς ἂν ἄνευ ναρθήκων· καὶ καταχύσει χρῆσθαι.
23. Τὰ δὲ ἐκπτώματα, ἢ στέμματα, ἢ διαστήματα, ἢ ἀποσπάσματα, ἢ ἀποκλάσματα, ἢ διαστρέμματα, οἷα τὰ κυλλὰ, τὰ ἑτερόῤῥοπα, ὅθεν μὲν ἐξέστη, ξυνδιδόντα, ὅπη δὲ ξυντείνοντα, ὡς ἐς τἀναντία ῥέπῃ, ἐπιδεθέντα, ἢ πρὶν ἐπιδεθῆναι, σμικρῷ μᾶλλον, ἢ ὥστε ἐξ ἴσου εἶναι· καὶ τοῖσιν ἐπιδέσμοισι, καὶ τοῖσι σπλήνεσι, καὶ τοῖσιν ἀναλήμμασι, καὶ τοῖσι σχήμασι, κατατάσει, ἀνατρίψει, διορθώσει, ταῦτα καὶ καταχύσει πλείονι.
Work
Title: De Officina Medici
English: In the Surgery
Original: Κατ' ἰητρεῖον
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Littré, Émile
Title: Oeuvres complètes d'Hippocrate
Published: 1841
Series: Oeuvres complètes d'Hippocrate
Volume: 3
Pages: 272-336
Publisher: Baillière, Paris
Download
Hipp-Gr_007.xml [30 Kb]