Digital Corpus for Graeco-Arabic Studies

Hippocrates: De Natura Hominis (Nature of Man)

Littré 1849

καὶ τῶν πρεσβυτέρων, καὶ γυναικῶν καὶ ἀνδρῶν ὁμοίως, καὶ τῶν θωρησσομένων καὶ τῶν ὑδροποτεόντων, καὶ τῶν μάζαν ἐσθιόντων καὶ τῶν ἄρτον σιτευμένων, καὶ τῶν πολλὰ ταλαιπωρεόντων καὶ τῶν ὀλίγα· οὐκ ἂν οὖν τά γε διαιτήματα αἴτια εἴη, ὁκόταν διαιτεύμενοι πάντας τρόπους οἱ ἄνθρωποι ἁλίσκωνται ὑπὸ τῆς αὐτέης νούσου. Ὁκόταν δὲ αἱ νοῦσοι γίνωνται παντοδαπαὶ κατὰ τὸν αὐτὸν χρόνον, δῆλον ὅτι τὰ διαιτήματά ἐστιν αἴτια ἕκαστα ἑκάστοισι, καὶ τὴν θεραπείην χρὴ ποιέεσθαι ἐναντιούμενον τῇ προφάσει τῆς νούσου, ὥσπερ μοι πέφρασται καὶ ἑτέρωθι, καὶ τῇ τῶν διαιτημάτων μεταβολῇ. Δῆλον γὰρ ὅτι οἷσί γε χρέεσθαι εἴωθεν ὥνθρωπος διαιτήμασιν, οὐκ ἐπιτήδειά οἵ ἐστιν ἢ πάντα, ἢ τὰ πλείω, ἢ ἕν γέ τι αὐτέων· ἃ δεῖ καταμαθόντα μεταβάλλειν, καὶ σκεψάμενον τοῦ ἀνθρώπου τὴν φύσιν τήν τε ἡλικίην καὶ τὸ εἶδος καὶ τὴν ὥρην τοῦ ἔτεος καὶ τῆς νούσου τὸν τρόπον, τὴν θεραπείην ποιέεσθαι, ποτὲ μὲν ἀφαιρέοντα, ποτὲ δὲ προστιθέντα, ὥσπερ μοι καὶ πάλαι εἴρηται, πρὸς ἕκαστα τῶν ἡλικιέων καὶ τῶν ὡρέων καὶ τῶν εἰδέων καὶ τῶν νούσων ἔν τε τῇσι φαρμακείῃσι προτρέπεσθαι καὶ ἐν τοῖσι διαιτήμασιν. Ὁκόταν δὲ νουσήματος ἑνὸς ἐπιδημίη καθεστήκῃ, δῆλον ὅτι οὐ τὰ διαιτήματα αἴτιά ἐστιν, ἀλλ’ ὃ ἀναπνέομεν, τοῦτο αἴτιόν ἐστι, καὶ δῆλον ὅτι τοῦτο νοσηρήν τινα ἀπόκρισιν ἔχον ἀνίει. Τοῦτον οὖν χρὴ τὸν χρόνον τὰς

Work

Title: Hippocrates: De Natura Hominis
English: Nature of Man
Original: Περὶ φύσιος ἀνθρώπου

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Littré, Émile

Title: Oeuvres complètes d'Hippocrate

Published: 1849

Series: Oeuvres complètes d'Hippocrate

Volume: 6

Pages: 32-68

Publisher: Baillière, Paris

Download

Hipp-Gr_009.xml [50 Kb]