Digital Corpus for Graeco-Arabic Studies

Hippocrates: De Superfoetatione (Superfetation)

Littré 1853

τοιουτοτρόπων τινός· κακῶδες γὰρ γίνεται· ταῦτα δὲ τρίψας λεῖα, δίες οἴνῳ λευκῷ εὐώδει· καὶ ἐπὴν πίῃ, βάρος ἐπιγίνεται καὶ νάρκη ἐμπίπτει ἐν τῇ γαστρί· ἢν οὖν ἐπιγένηται, μελίκρητον ἐπιπινέτω ὀλίγον.

29. Κυήσιος δὲ καὶ παιδοποιΐης ἥτις δεῖται καὶ ἄτεκνος ἐοῦσα καὶ ἤδη κυήσασα, ἐοῦσα δὲ τεκνοῦσα, ὅταν ὁ στόμαχος σκληρὸς ᾖ, ἄκρος ἢ ὅλος, ἢ ξυμμεμύκῃ, καὶ μὴ ὀρθὸς ᾖ, ἀλλὰ πρὸς τὸ ἰσχίον ἀπεστραμμένος τὸ ἕτερον, ἢ ἐς τὸν ἀρχὸν κεκύφῃ ἢ ἀνεσπάκῃ ἑωυτὸν, ἢ τὸ χείλος ἐπιβάλλῃ τοῦ στομάχου ἐφ’ ἑωυτὸ, ὁκόθεν οὖν ἢ τρηχὺς καὶ πεπωρωμένος ᾖ, σκληρὸς δὲ γίνεται καὶ ἀπὸ συμμύσιος καὶ ἀπὸ πωρώσιος, ταύτῃσι τὰ ἐπιμήνια οὐ φαίνεται, ἢ ἐλάσσονα τοῦ δέοντος, καὶ διὰ πλέονος χρόνου ἐπιφαίνεται. Ἔστι δὲ ἐν ᾗσι τὰ ἐπιμήνια κατὰ ὑγιείην τοῦ σώματος καὶ τῶν μητρέων τὴν ἔξοδον εὑρίσκεται· καὶ κατά γε τὸ ξύμφυτον καὶ δίκαιον, καὶ ὑπὸ θερμότητος καὶ ὑγρότητος τῶν ἐπιμηνίων τοῦ στομάχου μὴ κάρτα βεβλαμμένου· τὴν δὲ γονὴν διὰ τοῦτο οὐ δέχεται κατὰ τὴν βλάβην, ἥτις ἂν κωλύῃ ἀπὸ τοῦ στομάχου μὴ καλῶς ἔχοντος τοῦ δέχεσθαι. Ταύτῃ χρὴ, πυριήσαντα τὸ σῶμα ὅλον, δοῦναι πιεῖν φάρμακον, καὶ καθαρὴν ποιήσασθαι τοῦ σώματος πρῶτον, ἤν τε ἄνω καὶ κάτω δέηται, ἤν τε ἄνω μοῦνον· καὶ ἢν μὲν ἄνω διδῷς τὸ φάρμακον, μὴ πυριῇν πρότερον τῆς καθάρσιος· πυριήσας δὲ μεταπῖσαι

Work

Title: Hippocrates: De Superfoetatione
English: Superfetation
Original: Περὶ ἐπικυήσιος

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Littré, Émile

Title: Oeuvres complètes d'Hippocrate

Published: 1853

Series: Oeuvres complètes d'Hippocrate

Volume: 8

Pages: 476-508

Publisher: Baillière, Paris

Download

Hipp-Gr_010.xml [47 Kb]