De Superfoetatione (Superfetation)
Littré 1853
καὶ ἡ ῥὶς ἀκρὴ λευκὴ καὶ τὰ χείλεα πελιδνὰ αὐτέῃ ᾖ, τεθνηκότα τίκτουσιν, ἢ ζῶντα πονηρὰ καὶ οὐ βιώσιμα καὶ ἄναιμα ὡς νοσηλεύοντα, ἢ προέτεκον οὐ γόνιμα. Ταύτῃσι τὸ αἷμα ἐξυδατώθη· δεῖ οὖν αὐτῇσι μετὰ τὸν τόκον τὰ εὐώδεα προστιθέναι, καὶ πίνειν τὰ εὐώδεα, καὶ σιτίοισιν ἀνατρέφειν. Καὶ πρῶτον τοῦ προσώπου ἡ ρὶς ἔνσημος γίνεται ἄκρη, καὶ χρῶμα λαμβάνει.
18. Ἤν τις κυϊσκομένη γῆν ἐπιθυμέῃ ἐσθίειν ἢ ἄνθρακας καὶ ἐσθίῃ, ἐπὶ τῆς κεφαλῆς τοῦ παιδίου φαίνεται, ὁκόταν τεχθῇ, σημεῖον ἀπὸ τῶν τοιούτων.
19. Γυναικὶ χρὴ εἰδέναι τῶν μαζῶν ὁκότερός ἐστιν αὐτέῃ μέζων, κεῖθι γὰρ τὸ ἔμβρυον· ὁμοίως δὲ καὶ τὸν ὀφθαλμόν· ἔσται γὰρ μέζων καὶ λαμπρότερος τὸ πᾶν εἴσω τοῦ βλεφάρου, ὁκοτέρωθι καὶ μαζὸς μέζων.
20. ᾟ τινι ἂν ἀπὸ προσθέτων μὴ λίην ἰσχυρῶν ὀδύναι ἐς τὰ ἄρθρα ἀφικνέωνται καὶ βρυγμὸς ἔχῃ, καὶ σκορδινέηται, καὶ χασμᾶται, ἐλπὶς ταύτην κυῆσαι μᾶλλον ἢ ἥ τις ἂν τουτέων μηδὲν πάσχῃ.
21. Γυνὴ ἥτις παχέα παρὰ φύσιν ἐγένετο καὶ πίειρα καὶ φλέγματος
Work
Title: De Superfoetatione
English: Superfetation
Original: Περὶ ἐπικυήσιος
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Littré, Émile
Title: Oeuvres complètes d'Hippocrate
Published: 1853
Series: Oeuvres complètes d'Hippocrate
Volume: 8
Pages: 476-508
Publisher: Baillière, Paris
Download
Hipp-Gr_010.xml [47 Kb]