Digital Corpus for Graeco-Arabic Studies

Hippocrates: De Humoribus (Humours)

Littré 1846

εὖ καὶ κακῶς πεφύκασι, καὶ ἡλικίαι πρὸς ὥρας καὶ χώρας καὶ διαίτας καὶ πρὸς καταστάσιας νούσων· καὶ ἐν τῇσιν ὥρῃσι, δίαιται, καὶ σιτία, καὶ ποτὰ, ὁ μὲν γὰρ χειμὼν ἀργὸς ἔργων, καὶ πέπονα τὰ ἐσιόντα καὶ ἁπλᾶ, μέγα γὰρ καὶ τοῦτο· αἱ ὀπῶραι δὲ ἐργάσιμοι, ἡλιώσιες, τὰ πινόμενα πυκνὰ, ἀκατάστατα σιτία, οἶνοι, ἀκρόδρυα.

17. Ὥσπερ δὲ ἐκ τῶν ὡρέων τὰς νούσους ἐστὶ τεκμήρασθαι, ἔστι ποτὲ καὶ ἐκ τῶν νούσων ὕδατα καὶ ἀνέμους καὶ ανυδρίας· προγινώσκειν, οἷον βόρεια, νότια· ἔστι γὰρ εὖ μαθόντι καὶ ὀρθῶς, ὅθεν σκεπτέα, οἷον καὶ λέπραι τινὲς καὶ περὶ τὰ ἄρθρα πόνοι, ὕδατα ὅταν μέλλῃ, κνησμώδεές εἰσι, καὶ ἄλλα τοιαῦτα.

18. Καὶ ὑσμάτων οἷα ἢ διὰ τρίτης, ἢ ἑκάστης, ἢ διὰ περιόδων ἄλλων, καὶ τὰ συνεχέα καὶ ἀνέμων οἱ μὲν πολυήμεροι πνέουσι, καὶ ἀντιπνέουσι ἀλλήλοισιν, ἄλλοι δὲ διὰ βραχυτέρων, οἱ δὲ καὶ αὐτοὶ κατὰ περίοδον ταῦτα ἔχει τῇσι καταστάσεσιν ὁμοιότητας, ἐπὶ βραχύτερον δὲ τὰ τοιαῦτα. Καὶ εἰ μὲν ἐπὶ πλέον τὸ ἔτος· τοιοῦτον ἐὸν τὴν κατάστασιν ἐποίησε τοιαύτην, ἐπὶ πλέον καὶ τὰ νουσήματα τοιαῦτα καὶ μᾶλλον ἰσχυρότερα καὶ μέγιστα νουσήματα οὕτως ἐγένετο καὶ κοινότατα καὶ ἐπὶ πλεῖστον χρόνον. Ἐκ τῶν πρώτων ὑδάτων, ὅταν ἐξ ἀνυδρίης πολλῆς μέλλῃ ὕδωρ ἔσεσθαι, ἔστι περὶ ὑδρώπων· προειπεῖν, καὶ ὁκόταν τἄλλα σμικρὰ σημήϊα φανῇ ἐν νηνεμίη, ἐν μεταβολῇ, ξυνακτέον, ὅσαι μὲν ἐφ᾿ οἵοισιν ὕδασιν ἢ ἀνέμοισι νοῦσοι ἐπισημαίνουσι,

Work

Title: Hippocrates: De Humoribus
English: Humours
Original: Περὶ χυμῶν

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Littré, Émile

Title: Oeuvres complètes d'Hippocrate

Published: 1846

Series: Oeuvres complètes d'Hippocrate

Volume: 5

Pages: 476-502

Publisher: Baillière, Paris

Download

Hipp-Gr_011.xml [32 Kb]