De Alimento (Nutriment)
Littré 1861
θερμασίη καὶ ψύξις κατὰ τὸν αὐτὸν λόγον καὶ στύψις καὶ ἕλκωσις καὶ δηγμὸς καὶ λίπασμα· ἔνδοθεν δὲ, τινά τε τῶν εἰρημένων, καὶ ἐπὶ τούτοισιν αἰτίη ἄδηλος καὶ μέρει καὶ ὅλῳ, τινί τε καὶ οὐτινί.
17. Ἀποκρίσιες κατὰ φύσιν, κοιλίης, οὔρων, ἱδρῶτος, πτυάλου, μύξης, ὑστέρης, καθ’ αἱμοῤῥοΐδα, θύμον, λέπρην, φῦμα, καρκίνωμα, ἐκ ῥινῶν, ἐκ πλεύμονος, ἐκ κοιλίης, ἐξ ἕδρης, ἐκ καυλοῦ, κατὰ φύσιν καὶ παρὰ φύσιν· αἱ διακρίσιες τούτων ἄλλοισι πρὸς ἄλλον λόγον ἄλλοτε καὶ ἀλλοίως. Μία φύσις ἐστὶ ταῦτα πάντα καὶ οὐ μία· πολλαὶ φύσιές εἰσι ταῦτα πάντα καὶ μία.
18. Φαρμακείη ἄνω καὶ κάτω, καὶ οὔτε ἄνω οὔτε κάτω.
19. Ἐν τροφῇ φαρμακείη ἄριστον, ἐν τροφῇ φαρμακείη φλαῦρον, φλαῦρον καὶ ἄριστον πρὸς τί.
20. Ἕλκος, ἐσχάρη, αἷμα, πῦον, ἰχὼρ, λέπρη, πίτυρον, ἀχὼρ, λειχὴν, ἀλφὸς, ἔφηλις, ὁτὲ μὲν βλάπτει, ὁτὲ δὲ ὠφελέει, ὁτὲ δὲ οὔτε βλάπτει οὔτε ὠφελέει.
21. Τροφὴ οὐ τροφὴ, ἢν μὴ δύνηται· μὴ τροφὴ τροφὴ, ἢν οἷόν
Work
Title: De Alimento
English: Nutriment
Original: Περὶ τροφῆς
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Littré, Émile
Title: Oeuvres complètes d'Hippocrate
Published: 1861
Series: Oeuvres complètes d'Hippocrate
Volume: 9
Pages: 98-120
Publisher: Baillière, Paris
Download
Hipp-Gr_012.xml [21 Kb]