Digital Corpus for Graeco-Arabic Studies

Hippocrates: De Muliebribus (Diseases of Women)

Littré 1853

ἐν στόματι ἀποξηραίνει· ἀργύρου ἄνθος ἐν οἴνῳ τρῖψαι καὶ κλύσαι. Ἢ βούτυρον μετὰ μέλιτος κλύσαι. Ἢ ἐχέτρωσιν καὶ σμύρναν καὶ μέλι οἴνῳ διιέναι οἰνώδει μέλανι χλιερῷ, καὶ κλύζειν τῇ ὑστεραίῃ· σχίνου δὲ φύλλα ἑψήσας ἐν ὕδατι, τουτέῳ μετακλύζειν. Ἄλλο, ἢν ἑλκωθῇ τὸ στόμα τῶν μητρέων· βούτυρον, λιβανωτὸς, σμύρνη, ῥητίνη, μυελὸς ἐλάφειος, τουτέοισι κλύζειν. Ἢ φακῆν ἑψεῖν ἐν ὕδατι, καὶ ἀποχέαι, ἐν τουτέῳ κλύζε. Ὅταν δὲ ὕδωρ ἐκ τῶν ὑστερέων ῥέῃ καὶ ἕλκεα ᾖ καὶ δάκνηται, χηνὸς στέαρ καὶ ὠὸν διαχρίεσθαι. Ἢ ὄϊος στέαρ, ἢ συὸς, καὶ φακὸν ἐν οἴνῳ ἑψεῖν κεκρημένῳ ἴσον ὕδατι, τουτέῳ κλύζε· τὰ δὲ ἐν τῷ αἰδοίῳ ἕλκεα οἴνῳ καταιονᾷν· ἐπιπάσσειν δὲ μάνναν, βάτον, πίτυος φλοιὸν, καὶ τῷ ὕδατι τούτων νιψάσθω.

91. Διεκβόλτον, ἢν ἀποθάνῃ τὸ ἔμβρυον· χαλβάνης ὅσον ἐλαίην ἐνελίξασα ἐς ὀθόνιον, ἐς κέδριον ἐμβάψασα, προστιθέσθω πρὸς τὸ στόμα τῆς μήτρης. Ἕτερον· κάλαμον τὸν εὐώδεα καὶ σικύης ἐντεριώνην τρῖψαι ἐν χηνείῳ στέατι· ἐπίδησον δὲ τὸν ὀμφαλὸν καὶ τὸ ἦτρον· καὶ σμικρὸν ἀπ’ αὐτέου ἐνστάξασα, ἐς εἴριον προστιθέσθω πρὸς τὸ στόμα τῆς μήτρης· ἐκ τούτου κατ’ ὀλίγον ἔρχεται. Ἄλλο· ἐρευθεδανὸν κόψας καὶ κέδρου πρίσματα, ὕδωρ τε ἐπιχέας, θὲς ἐς τὴν αἰθρίην, εἶτα πρωῒ δὸς πρὸς τὰς ἀλγηδόνας. Ἄλλο· σιλφίου ὁκόσον δραχμὴν μίαν, καὶ πράσου χυλὸν ὁκόσον ὀξύβαφον, παραμίξας

Work

Title: Hippocrates: De Muliebribus
English: Diseases of Women
Original: Γυναικείων

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Littré, Émile

Title: Oeuvres complètes d'Hippocrate

Published: 1853

Series: Oeuvres complètes d'Hippocrate

Volume: 8

Pages: 10-462

Publisher: Baillière, Paris

Download

Hipp-Gr_013.xml [633 Kb]