Digital Corpus for Graeco-Arabic Studies

Hippocrates: De Muliebribus (Diseases of Women)

Littré 1853

μέλανι εὐώδει· σιτίοισι δὲ διαιτήσθω, ὡς λεχώ· καὶ ἢν δῆλα ᾖ τὰ ἐπιμήνια, ἐπισχεῖν μίην ἡμέρην, καὶ πυριῇν ὅλην, καὶ φάρμακον διδόναι ποτὸν, εἰ ἠθάδες εἶεν, ἄνω, ἢν δὲ δοκέῃ δεῖσθαι, κάτω, γάλα ὄνου ἢ ὀῤῥόν· καὶ πυριῆσαι βληχρῶς, καὶ μαλθακτήρια ὑστέρῃ προσφέρειν, καὶ κυκλάμινον καὶ ναρκίσσινον. Σικύων δὲ τῶν σμικρῶν λαβεῖν τὴν ἐντεριώνην, καὶ κατακνήσας, ἐξελὼν τὸ σπέρμα, παραστάζων γάλα γυναικὸς κουροτρόφου, τρίβειν, παραμιγνύων σμύρνην ἄκρητον, καὶ μέλι ὡς κάλλιστον, καὶ ἔλαιον λευκὸν αἰγύπτιον, καὶ ποιεῖν μὴ ὑγρὸν, ἀλλὰ ξηρότερον· τοῦτ’ ἐμπλάσαι εἰς εἴριον μαλθακὸν καθαρὸν, καὶ ἐμβαψάτω ἐν λευκῷ ἐλαίῳ αἰγυπτίῳ, καὶ λουσαμένη προστιθέσθω· ὑποδείσθω δὲ καὶ ἐν σκέπῃ ἤτω, ὅταν καθαίρηται. Ἐπὴν δέ σοι δοκέῃ ἀρκούντως ἔχειν, παύσασθαι· ἢν δὲ μὴ, αὖθις προστιθέναι ἕτερον· μετὰ δὲ τοῦτο ἀμφιελίξασα εἴριον μαλθακὸν, στρογγύλον δὲ ποιέειν, καὶ ἐμβάπτειν ἐς νέτωπον, καὶ προστίθεσθαι μίην ἡμέρην, τῇ δ’ ὑστεραίῃ ἔλαιον ῥόδινον ἐν εἰρίῳ· εἶτα πάλιν ἐλάφου στέαρ τήξας, καὶ αὐτὸ ἐν εἰρίῳ. Λουέσθω δὲ ἐν θερμῷ ὕδατι αἰεὶ πρὸ τῶν προσθετῶν, καὶ πυριήσθω εὐόδμοισι βληχρῶς πλεῖστον χρόνον· μετὰ δὲ, μίην διαλιπὼν ἡμέρην, κλύσαι, ἢν μὲν φλεγματώδης ᾖ, τῷ ξὺν τῷ κόκκῳ, ἢν δὲ χολώδης, τῷ ἀπὸ τῆς σκαμμωνίης· μετακλύζειν δὲ καὶ ἐπὶ τουτέοισιν ἀμφοτέροισι· τῇ δ’ ὑστεραίῃ τῷ ναρκισσίνῳ ξὺν οἴνῳ γλυκεῖ· ἢν δὲ μὴ ᾖ ναρκίσσινον, ἀνθίνῳ, ἢ ἰρίνῳ ὡς καλλίστῳ· ἔστω δὲ τοῦ ἐλαίου τρίτη μοῖρα τοῦ οἴνου· ἔπειτα διαλιποῦσα δύο ἡμέρας, προσθέσθω τὸ ξὺν τῇ γλήχωνι ἡμέρην μίην. Ἢν δὲ γένηται τὰ ἐπιμήνια, πενέτω

Work

Title: Hippocrates: De Muliebribus
English: Diseases of Women
Original: Γυναικείων

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Littré, Émile

Title: Oeuvres complètes d'Hippocrate

Published: 1853

Series: Oeuvres complètes d'Hippocrate

Volume: 8

Pages: 10-462

Publisher: Baillière, Paris

Download

Hipp-Gr_013.xml [633 Kb]