Digital Corpus for Graeco-Arabic Studies

Hippocrates: De Muliebribus (Diseases of Women)

Littré 1853

καὶ ἐκφέρειν ἐς τέλος μὴ δύνηται, καὶ λεπτὴ παρὰ φύσιν γένηται, ταύτην χρὴ καθήραντα τὰς ὑστέρας καὶ αὐτὴν φαρμακεύσαντα παχύνειν, οὐ γὰρ δυνήσεται ἐκφέρειν ἐς τέλος, ἔστ’ ἂν ἑωυτήν τε ἀναλάβῃ καὶ αἱ ὑστέραι ἰσχύωσιν.

238. Ἢν δὲ κυΐσκηται μὲν, διαφθείρῃ δὲ δίμηνα τὰ παιδία ἐς ἀκριβῶς τὸν αὐτὸν χρόνον καὶ μήτε πρότερον μήθ’ ὕστερον, καὶ τοῦτο πάθῃ δὶς ἢ τρὶς κατὰ ταὐτὰ, ἢ καὶ πλείονα χρόνον γεγονότα κατὰ τὸν αὐτὸν τρόπον τοῦτον διαφθείρῃ, ταύτης αἱ μῆτραι οὐκ ἐπιδιδοῦσιν ἐπὶ τὸ μέζον τοῦ παιδίου ἐν αὐτέῃσιν αὐξανομένου καὶ ὑπερβάλλοντος ἐκ τοῦ διμήνου ἢ τριμήνου ἐς τὸ πλέον· ἀλλὰ τὸ μὲν αὔξεται, αἱ δὲ μῆτραι οὐδὲν ἐπιδιδοῦσι· διὰ δὴ τοῦτο διαφθείρουσιν αἱ πολλαὶ ἐς τὸν αὐτὸν χρόνον. Ταύτην χρὴ κλύσαι τὴν μήτρην, καὶ διαφυσῆσαι ὡς μάλιστα προσθέτοισι φαρμάκοισι τοῖσδε· τῆς σικυώνης τὴν ἐντεριώνην κόψαντα διασῆσαι, καὶ σίλφιον ὀλίγον, παραμἰξαι ὀλίγα ἐν πλείονι καὶ καθεφθοτέρῳ τῷ μέλιτι· τοῦτο περιπλάσαι περὶ μήλην, ποιέοντα τὸ πάχος ὅσον μέλλει παραδέξασθαι ὁ στόμαχος, πρὸς τὸ στόμα τῆς μήτρης, καὶ ὦσαι πόῤῥω, ἕως ἂν περήσῃ ἐς τὸ ἔσω τῆς μήτρης· ὅταν δὲ ἀποτακῇ τὸ φάρμακον, ἐξελεῖν τὴν μήλην, καὶ πάλιν οὕτω τὸ ἐλατήριον καὶ τῆς κολοκυντίδος τῆς ἀγρίης ποιέων ὡσαύτως τῷ προτέρῳ προστιθέναι. Ἐσθιέτω δὲ τοῦτον τὸν χρόνον σκόροδα ὡς πλεῖστα, καὶ καυλὸν σιλφίου, καὶ τῇ ἄλλῃ διαίτῃ χρῆσθαι, ὁκοίη ἂν μέλλῃ φῦσαν ἐμποιῆσαι μάλιστα ἐν τῇ κοιλίῃ. Προστιθέσθω δὲ τὸ πρόσθετον διὰ τρίτης ἡμέρης, ἕως ἂν δοκέῃ καλῶς ἔχειν· ἐνίοτε δὲ καὶ διὰ πλείονος· τὸ δὲ ὅλον, ὅκως ἂν προσίηται· τὰς δὲ μεταξὺ ἡμέρας μαλθακοῖσι χρῆσθαι. Ὅταν δὲ καταστήσῃ τοῖσι μαλθακτηρίοισι τὸ στόμα τῆς μήτρης, φανῇ τε τὰ ἐπιμήνια, ἐπιμείνασα, ὅταν ξηρὴ ἤδη ᾖ, μιγνύσθω τῷ ἀνδρί.

Work

Title: Hippocrates: De Muliebribus
English: Diseases of Women
Original: Γυναικείων

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Littré, Émile

Title: Oeuvres complètes d'Hippocrate

Published: 1853

Series: Oeuvres complètes d'Hippocrate

Volume: 8

Pages: 10-462

Publisher: Baillière, Paris

Download

Hipp-Gr_013.xml [633 Kb]