De Muliebribus (Diseases of Women)
Littré 1853
δὲ ἐούσῃ, τοῦ τε σώματος οὐ ξυνήθεος ἐόντος, ἐπὴν πληρωθῇ, ἰσχυροτέρου
τε καὶ στερεωτέρου καὶ πυκνοτέρου ἐόντος, ἢ εἰ λοχίων
ἔμπειρος γένοιτο, καὶ τῶν μητρέων ἀστομωτέρων ἐουσέων, τὰ ἐπιμήνια
ἐπιπονωτέρως χωρέει, καὶ τὰ παθήματα προσπίπτει πλείονα,
ὥστε τὰ καταμήνια ἀποφράσσεσθαι, ἐπὴν ἄτοκος ᾖ. Ἔχει δὲ ὧδε ὥς
μοι καὶ πρὶν εἴρηται· φημὶ τὴν γυναῖκα ἀραιοσαρκοτέρην καὶ ἁπαλωτέρην
εἶναι ἢ τὸν ἄνδρα· καὶ τουτέου ὧδε ἔχοντος, ἀπὸ τῆς κοιλίης
ἕλκει τὴν ἰκμάδα καὶ τάχιον καὶ μᾶλλον τὸ σῶμα τῆς γυναικὸς
ἢ τοῦ ἀνδρός. Καὶ γὰρ εἴ τις ὑπὲρ ὕδατος ἢ καὶ χωρίου ὑδρηλοῦ δύο
ἡμέρας καὶ δύο εὐφρόνας θείη εἴρια καθαρὰ καὶ εἷμα καθαρὸν καὶ
βεβυσμένον εὐστάθμως ἴσον τοῖσιν εἰρίοισιν, ἀνελὼν εὑρήσει στήσας
πολλῷ βαρύτερα τὰ εἴρια ἢ τὸ εἷμα· ὅτι δὲ τοῦτο γίνεται, αἰεὶ
ἀποχωρέει ἐς τὸ ἀνεκὰς ἀπὸ ὕδατος ἐν ἀγγείῳ εὐρυστόμῳ ἐόντος, καὶ
τὰ μὲν εἴρια, ἅτε ἀραιά τε καὶ μαλθακὰ ἐόντα, ἀναδέξεται τοῦ
ἀποχωρέοντος πλέον, τὸ δὲ εἷμα, ἅτε πλῆρες ἐὸν καὶ βεβυσμένον,
ἀποπληρώσεται τὸ πολλὸν οὐκ ἐπιδεχόμενον τοῦ ἀποχωρέοντος.
Οὕτω δὴ καὶ ἡ γυνὴ, ἅτε ἀραιοτέρη ἐοῦσα, εἵλκυσε πλέον ἀπὸ τῆς
κοιλίης τῷ σώματι τῆς ἰκμάδος καὶ θᾶσσον ἢ ὁ ἀνὴρ, καὶ ἅτε ἁπαλοσάρκῳ
ἐούσῃ τῇ γυναικὶ, ἐπὴν πλησθῇ τοῦ αἵματος τὸ σῶμα, ἢν μὴ
ἀποχωρήσῃ ἀπ’ αὐτέου, πληρευμένων τῶν σαρκῶν καὶ θερμαινομένων,
πόνος γίνεται· θερμότερον γὰρ τὸ αἷμα ἔχει ἡ γυνὴ, καὶ διὰ
τοῦτο θερμοτέρη ἐστὶ τοῦ ἀνδρός· ἢν δὲ τὸ πλεῖον ἐπιγενόμενον
ἀποχωρέῃ, οὐ γίνεται ὁ πόνος καὶ ἡ θέρμη ὑπὸ τοῦ αἵματος. Ὁ δὲ
Work
Title: De Muliebribus
English: Diseases of Women
Original: Γυναικείων
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Littré, Émile
Title: Oeuvres complètes d'Hippocrate
Published: 1853
Series: Oeuvres complètes d'Hippocrate
Volume: 8
Pages: 10-462
Publisher: Baillière, Paris
Download
Hipp-Gr_013.xml [633 Kb]