Digital Corpus for Graeco-Arabic Studies

Hippocrates: De Muliebribus (Diseases of Women)

Littré 1853

ὑποστρέφει, καὶ ὑποστρεφομένης τῆς νούσου ἀπόλλυται. Ὁκόσας γεραιτέρας λαμβάνει ἡ νοῦσος αὕτη, κατασήπονται αἱ ὑστέραι, ἐκφεύγουσι δὲ πάνυ ὀλίγαι.

119. Ῥόος ἄλλος· καθαίρεται οἷόν περ ἐξ ὠοῦ ὠμοῦ, χλωρὸν ὑπόλευκον, καὶ ἑλκοῖ τὸ αἰδοῖον, καὶ οἰδίσκεται τούς τε πόδας καὶ τὰς κνήμας, καὶ τὰ κοῖλα τῶν ὀφθαλμῶν ἐπανοιδέει, καὶ οἱ ὀφθαλμοὶ ὑγροὶ γλαμυροὶ, καὶ ἢν βαδίζῃ, ἆσθμά μιν λαμβάνει, καὶ ἀσθενείη γίνεται. Ἡ δὲ νοῦσος φύσει φλεγματώδης· καὶ ἢν μὴ καθαρθῇ, πυρετήνῃ δὲ χολῆς κινηθείσης, φλαῦρον· γεραιτέρας δὲ ἡ νοῦσος αὕτη λαμβάνει μᾶλλον ἢ νεωτέρας. Ὁπόταν δὲ ὧδε ἔχῃ, ἢν μὲν ἀνοιδήσῃ σφόδρα, διδόναι κάτω φάρμακον πιεῖν ὅ τι φλέγμα καὶ χολὴν ἰνήσεται· ἢν δὲ μὴ ἰσχυρῶς οἰδέῃ καὶ τὸ φλέγμα αὐτὴν αὐτὴν πιέζῃ, ἄνω δοῦναι φάρμακον· καὶ ἢν μὲν ᾖ δυνατὴ, ἐλλεβόρῳ καθαιρέσθω· ἢν δὲ μὴ, ὅ τι χολὴν καὶ φλέγμα ἄγει· μετὰ δὲ τὰ φάρμακα ὀῤῥὸν ἑφθὸν διδόναι πίνειν ὡς πλείστας ἡμέρας ξὺν ἁλὶ ὀλίγῳ· ἐπιτρωγέτω δὲ ἡδύοσμον, ἑσπέρην δὲ σίτου μὴ ἁπτέσθω, ῥοφεέτω δὲ ὀλίγον, καὶ ἐπιπινέτω οἶνον γλυκὺν, ἢν χρήζῃ· δὲ μὴ παρῇ, ὀῤῥόν· γάλα τε ὄνειον ἀφεψῆσαι, καὶ διδόναι τέσσαρας ἡμέρας· ἑσπέρην δὲ ταῦτα ποιέειν, ἢν μὴ πῦρ ἔχῃ νύκτωρ. Ἢν δὲ ᾖ φύσει σπληνώδης, πνευματώδης, λείφαιμος, μήτε ὀῤῥὸν μήτε γάλα διδόναι, ἢν φυσῇ· ἢν δὲ μὴ, κατωτερικοῖσι καθαίρειν. Καὶ ἐπειδάν σοι δοκέῃ καιρὸς εἶναι, κλύσαι τὰς μήτρας, πρῶτον μὲν τῷ ἀπὸ τῆς τρυγὸς δὶς ἢ τρὶς, μετὰ δὲ τοῦτο τῷ ὀπῷ τῆς σκαμμωνίης, οἶνον δὲ ἐπιχέαι γλυκὺν.

Work

Title: Hippocrates: De Muliebribus
English: Diseases of Women
Original: Γυναικείων

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Littré, Émile

Title: Oeuvres complètes d'Hippocrate

Published: 1853

Series: Oeuvres complètes d'Hippocrate

Volume: 8

Pages: 10-462

Publisher: Baillière, Paris

Download

Hipp-Gr_013.xml [633 Kb]