De Muliebribus (Diseases of Women)
Littré 1853
ὁκόταν ὕδωρ ἐκ τοῦ αἰδοίου ῥέῃ, μυρίκης πέταλα καὶ λιβανωτοῦ καρπὸν ἐν χηνὸς στέατι τρίψας καὶ ῥητίνην, ἐς τὰ αἰδοῖα κλυστῆρι ἐνεῖναι.
198. Ἢν ὑπὸ ῥόου ὑδατώδεος τὸ ἦτρον ἀλγέῃ, λίνου καρπὸν τρῖψαι ἐν μέλιτι, καὶ καταπλάττειν τὸ ἦτρον καλῶς.
199. Ἢν ῥόος αἱματώδης, ἢ λευκὸς, ἢ ὁποῖος ἂν ᾖ· θεῖον καὶ μανδραγόρου τὸ ἄκρητον ἀναλαβόντα εἰρίῳ προσθεῖναι, καὶ ὑπτίη εὑδέτω, καὶ ἀκίνητος μενέτω. Ἢ σίδια ξηρὰ τρίβειν ἐν οἴνῳ πραμνίῳ καὶ διδόναι πίνειν. Ῥόου λευκοῦ ποτόν· κισσοῦ λευκοῦ τὸ σπέρμα καὶ πίτυος φλοιὸν ἐν οἴνῳ αὐστηρῷ παρέχειν. Ἢ ἐλάφου κέρας κατακαῦσαι μοῖραν, ὠμηλύσιος δὲ δύο μοίρας καὶ κεδρίδας πέντε, τρίβειν ἐν ὕδατι, καὶ πίνειν.
200. Ὅταν πνίγηται ὑπὸ ὑστερέων· κάστορα καὶ κόνυζαν ἐν οἴνῳ χωρὶς καὶ ἐν ταὐτῷ πινέτω. Ἢ ἀσφάλτου ὅσον τριώβολον, ἢ φώκης στέαρ ὅσον δὴ τῷ δακτύλῳ λαβεῖν. Ῥίζης γλυκυσίδης ὅσον ἥμισυ πόσιος ἐν οἴνῳ εὐώδει διδόναι πίνειν. Ὅταν δὲ πνίγωσι καὶ ὁμοῦ βήσσῃ, σανδαράχης ὅσον ὀβολὸν καὶ θείου ἀπύρου ἴσον καὶ ἀμύγδαλα πικρὰ καθήραντα ξυμμίσγειν τρία ἢ τέσσαρα, καὶ διδόναι ἐν οἴνῳ εὐώδει. Ἢν δέ γε προσίσχωσιν αἱ ὑστέραι, κριθὰς τρίψας λεῖα ξὺν τοῖσιν ἀχύροισι καὶ κέρας ἐλάφου, ἐλαίῳ δεύσας, ὑποθυμιήσθω. Ὅταν δὲ ἄνω ᾖ, καὶ θλίβηται καρδίη καὶ στόμαχος καὶ ὑπομένωσι, σμύρνην, ἢ ῥητίνην, ἢ νέτωπον, ἢ κάστορα, ἢ ὀπὸν σιλφίου πῖσαι.
Work
Title: De Muliebribus
English: Diseases of Women
Original: Γυναικείων
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Littré, Émile
Title: Oeuvres complètes d'Hippocrate
Published: 1853
Series: Oeuvres complètes d'Hippocrate
Volume: 8
Pages: 10-462
Publisher: Baillière, Paris
Download
Hipp-Gr_013.xml [633 Kb]