Digital Corpus for Graeco-Arabic Studies

Hippocrates: De Muliebribus (Diseases of Women)

Littré 1853

Ἑτέρη πυρίη ἡ δι’ ἀσφάλτου στερεωτέρη· ἀσφάλτου ζακυνθίης, λαγωοῦ τρίχας, πήγανον, κόριον ξηρὸν, ταῦτα τρίψας πάντα, φθοΐδας πλασάμενον θυμιῇν. Ἢ πίσση, σανδαράκη, κόψας λείην, μῖξαι πρίσματα κυπαρίσσου, καὶ τούτοις κηρὸν, καὶ μύρον ἐπιχέας, φθοΐδας ποιέειν, καὶ ἐπὶ πυρὶ θυμιῇν. Ἢ αἰγὸς κέρας καταπρίσας, ἐλαίῳ ἀνακυκᾷν, ἐπὶ πυρὶ θυμιῇν. Ἢ ὀρύξας βόθρον, γίγαρτα φρύγειν, καὶ τὴν σποδιὴν ἐμβάλλειν ἐς τὸν βόθρον, καὶ οἴνῳ εὐώδει νοτίσας τὰ γιγάρτα, περικαθεζομένην πυριῆσθαι· ἔστωσαν δὲ τῶν γιγάρτων δύο μοῖραι, καὶ αὗται δὲ αὖαι ὡς μάλιστα.

207. Ἢν δὲ ὑστέρη ἀλγέῃ ἄχρι κύστιος, πράσου καρπὸν ξὺν ὕδατι τριπτὸν πίνειν· ἢ κυκλαμίνου ῥίζην ἐν οἴνῳ λευκῷ πιπίσκειν νῆστιν, καὶ θερμῷ λουέσθω, καὶ ἀπόθερμον πινέτω νῆστις, καὶ χλιάσματα προστιθέναι· ἢ σκορόδου μώλυζαν καὶ νίτρον ὀπτὸν καὶ κύμινον, λεῖα ποιήσας, μέλιτι δεύων προστίθει, καὶ τῷ θερμῷ λουέσθω, καὶ ἀπόθερμον πινέτω.

208. Ὑστερέων πάσης νούσου θεραπευτικόν· λίνου τὸ σχιστὸν αὐτῇ τῇ καλάμῃ ὅσον δραχμὴν κόψας λεπτὰ, καταβρέξαι ἐν οἴνῳ λευκῷ ὡς ἡδίστῳ τὴν νύκτα, ἔπειτα ἀπηθήσας, χλιαίνειν, εἴριον ὡς μαλθακώτατον ἐμβάπτων, καὶ τὸ μὲν προστιθέναι, τὸ δὲ ἀφαιρέειν. Βοηθεῖ δὲ καὶ κρόκος, σμύρνα, κάρυα ποντικὰ, ἄλευρον καθαρὸν, ἐν χηνὸς στέατι καὶ μύρῳ ἰρίνῳ προστιθέναι.

Work

Title: Hippocrates: De Muliebribus
English: Diseases of Women
Original: Γυναικείων

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Littré, Émile

Title: Oeuvres complètes d'Hippocrate

Published: 1853

Series: Oeuvres complètes d'Hippocrate

Volume: 8

Pages: 10-462

Publisher: Baillière, Paris

Download

Hipp-Gr_013.xml [633 Kb]