Digital Corpus for Graeco-Arabic Studies

Hippocrates: De Muliebribus (Diseases of Women)

Littré 1853

κλύσμα δύο κοτύλαι μηδενὶ ὡς ἔπος εἰπεῖν. Ἢ λινόζωστιν ἑψεῖν ἐν ὕδατι, καὶ μῖξαι χυλὸν μυρσίνης, λιβανωτὸν, νέτωπον ἴσον, καὶ κλύσαι χλιαρῷ. Ἢν δὲ ἀλγέῃ τὰς ὑστέρας, κυκλαμίνου ῥίζαν ἐν οἴνῳ λευκῷ πιπίσκειν νῆστιν, καὶ τῷ θερμῷ λούεσθαι, καὶ ἀπόθερμον πινέτω.

210. Ἢν ἀφθῇ τὰ αἰδοῖα· μύρον θερμὸν ξὺν οἴνῳ κλύζεσθαι, καὶ μελίλωτον προστιθέναι, καὶ γλυκυσίδης ἐν οἴνῳ ἑψημένης τριπτῆς προστιθέσθω, καὶ σμύρναν καὶ ῥητίνην ὁμοῦ μίξας καὶ διεὶς οἴνῳ, ὀθόνιον ἐμβάπτων, προστιθέναι. Καὶ στραγγουρίη ἢν λάβῃ, πυριῇν καὶ χρίειν στέατι τὸ ἦτρον, ἐγκαθίννυσθαι δὲ ἐν ῥόδων ἀφεψήματι ἢ βάτου ἢ μυρσίνης ἢ ἐλαίης ἢ ἑλίκων ἀμπέλου ἢ ἀρκευθίδων ἢ ἐλελισφάκου.

211. Ἢν δὲ ἄνεμος ἐγγένηται ἐν τῇ μήτρῃ, πόνος ἔνι σπερχνὸς, καὶ φῦσα οὐκ ἔξεισιν· κύμινον προστιθέσθω· ἢ ἐλελίσφακον καὶ κύπειρον κόψας, καὶ τέγξας τὴν νύκτα ὅλην, ἕωθεν ἀπηθῆσαι, τὸ διαυγές δὲ ἐς ἄγγος ἐγχέαι, καὶ κρίμνα πύρινα ἐν οἴνῳ λευκῷ φορύξαι, καὶ ὀπὸν σιλφίου ὡς κύαθον, κρᾶμα ἑψεῖν, ἐνωμότερον διδόναι ῥοφέειν.

212. Ἢν κιὼν ἐν τοῖσιν αἰδοίοισιν ἐγγένηται, ὀδύνη ἴσχει, καὶ τῆς μὲν ὀδύνης σελίνου καρπὸς ἀλέξημα, καὶ κισσὸς, καὶ ῥοιῆς γλυκείης τριπτῆς ἐν οἴνῳ παλαιῷ ξὺν ποταινίῃ σαρκὶ προστίθεσθαι, καὶ ἐπιπλάσαι τὰ φύλλα· τὴν δὲ νύκτα ὅλην ἐχέτω κείμενα, κἄπειτα ἀφελομένη ἐν οἴνῳ διακλυζέσθω.

Work

Title: Hippocrates: De Muliebribus
English: Diseases of Women
Original: Γυναικείων

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Littré, Émile

Title: Oeuvres complètes d'Hippocrate

Published: 1853

Series: Oeuvres complètes d'Hippocrate

Volume: 8

Pages: 10-462

Publisher: Baillière, Paris

Download

Hipp-Gr_013.xml [633 Kb]