Digital Corpus for Graeco-Arabic Studies

Hippocrates: De Muliebribus (Diseases of Women)

Littré 1853

καὶ μαράθρου ῥίζα, καὶ δᾳδὸς ὡς πιοτάτης ὄζοι, καὶ ἐρευθεδάνου τεταρτημόριον, καὶ μαράθρου σπέρμα, καὶ περιστερεῶνος ῥίζαι πολλαί· προβρεχέσθω δὲ ἡμέρας μὴ ἐλάσσω τῶν ἐννέα· πίνειν δὲ μετὰ ταῦτα, λουσαμένην κατὰ κεφαλῆς, κοτύλην τῆς ἡμέρης ἀκρήτου τοῦ βρεχομένου ἐν τῷ λουτρῷ ἐοῦσαν, καὶ μετὰ ταῦτα κατακλιθεῖσαν ἐκθερμαίνειν ἑωυτὴν, καὶ προστίθεσθαι· ἐνταῦθα διὰ τρίτης, μετὰ τὸ ποτὸν, τὸ ἐκ τῆς χολῆς δι’ ἡμέρης, ἐπὶ ἡμέρας ἔξ. Ὅτε δὲ μέλλει ἤδη προσιέναι καλῶς καθάρσιος ἔχουσα, ὑοσκυάμου φύλλα καὶ ῥίζας ἀναζέσας ἐν ὕδατι, πυριήσθω τούτοισιν ὡς θερμοτάτοισιν ἐπὶ τρεῖς ἡμέρας ἐς νύκτας, καὶ λουσαμένη παρὰ τὸν ἄνδρα ἴτω. Μετὰ δὲ ταύτην τὴν πυρίησιν καὶ ἐλάφου αἰδοίου ὑποθυμιῆσαι, καὶ ὅταν ἴδῃς ἔχειν αὖον, τούτου ἐπ’ οἶνον λευκὸν κεκρημένον ἐπιξύων, ἐπὶ τρεῖς ἡμέρας διδόναι πίνειν, καὶ ὅταν ὠδίνῃ, διδόναι πίνειν, καὶ γὰρ ὠκυτόκιόν ἐστι τοῦτο.

225. Ἄλλη θεραπείη· χολὴν ταύρου ἀναζέσαι καὶ στυπηρίην μηλίην· ἐλάφου δὲ κέρας κατακαύσας τρῖψαι λεῖον, καὶ ξυμμίξας, βαλανίοις χρῆσθαι. Ἕτερον θεραπευτικόν· κύμινον ἐν οἴνῳ μέλανι ἑψήσας, τρίψας λεῖον, βάλανον ποιῆσαι, καὶ ἐς νύκτα προσθεῖναι· μετὰ δὲ ταῦτα κατακαύσας τρύγα οἴνου λευκοῦ, τὸ λεπτότατον δηλονότι τῆς τρυγὸς, ἐπειδὰν κατακαύσῃς, ἀφαιρέειν τοῦτο ἐν πτερῷ, ἔπειτα ἐς ὀθόνιον ἀποδήσας προσθεῖναι ἐς νύκτα, καὶ πράσα ἑφθὰ ἐσθιέτω· μετὰ δὲ τοῦτο τράγιον τρίβων καὶ μέλιτι διεὶς προσθεῖναι ἐς νύκτα· μετὰ δὲ τραγίου καρπὸν λεῖον τρίψας, ἐν οἴνῳ λευκῷ διεὶς, δᾷδα ἐπιξύων διδόναι πίνειν· μετὰ δὲ ὀρίγανον διὰ δευτέρης ὑποθυμιῇν, καὶ οὕτω πρὸς τὸν ἄνδρα ἴτω.

226. Ἄλλη θεραπείη ἐπὶ γυναῖκα μὴ δυναμένην τεκεῖν· ἢν γυναῖκα

Work

Title: Hippocrates: De Muliebribus
English: Diseases of Women
Original: Γυναικείων

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Littré, Émile

Title: Oeuvres complètes d'Hippocrate

Published: 1853

Series: Oeuvres complètes d'Hippocrate

Volume: 8

Pages: 10-462

Publisher: Baillière, Paris

Download

Hipp-Gr_013.xml [633 Kb]