Digital Corpus for Graeco-Arabic Studies

Hippocrates: De Virginum Morbis (Diseases of Young Girls)

Littré 1853

νάρκην παράσχῃ· ὑπὸ δὲ τῆς νάρκης ἀκρατέες οἱ πόδες ἐς ὁδοιπορίην γίνονται, ἔστ’ ἂν ἀναχωρήσῃ τὸ αἷμα ἐς ἑωυτό· ἀναχωρέει δὲ τάχιστα, ὁκόταν ἀναστὰς ἐν ὕδατι ψυχρῷ τέγγῃ τὸ ἄνω τῶν σφυρῶν. Αὕτη μὲν οὖν ἡ νάρκη εὐήνιος, ταχὺ γὰρ παλιῤῥοεῖ διὰ τὴν ἰθύτητα τῶν φλεβῶν, καὶ ὁ τόπος τοῦ σώματος οὐκ ἐπίκαιρος· ἐκ δὲ τῆς καρδίης καὶ τῶν φρενῶν βραδέως παλιῤῥοεῖ· ἐπικάρσιαι γὰρ αἱ φλέβες καὶ ὁ τόπος ἐπίκαιρος ἔς τε παραφροσύνην καὶ μανίην ἕτοιμος. Ὁκόταν δὲ πληρωθέωσι ταῦτα τὰ μέρεα, καὶ φρίκη ξὺν πυρετῷ ἀναΐσσει· πλανήτας τοὺς πυρετοὺς καλέουσιν. Ἐχόντων δὲ τουτέων ὧδε, ὑπὸ μὲν τῆς ὀξυφλεγμασίης μαίνεται, ὑπὸ δὲ τῆς σηπεδόνος φονᾷ, ὑπὸ δὲ τοῦ ζοφεροῦ φοβέεται καὶ δέδοικεν, ὑπὸ δὲ τῆς περὶ τὴν καρδίην πιέξιος ἀγχόνας κραίνουσιν, ὑπὸ δὲ τῆς κακίης τοῦ αἵματος ἀλύων καὶ ἀδημονέων ὁ θυμὸς κακὸν ἐφέλκεται· ἕτερον δὲ καὶ φοβερὰ ὀνομάζει· καὶ κελεύουσιν ἅλλεσθαι καὶ καταπίπτειν ἐς τὰ φρέατα καὶ ἄγχεσθαι, ἅτε ἀμείνονά τε ἐόντα καὶ χρείην ἔχοντα παντοίην· ὁκότε δὲ ἄνευ φαντασμάτων, ἡδονή τις, ἀφ’ ἧς ἐρᾷ τοῦ θανάτου ὥσπέρ τινος ἀγαθοῦ. Φρονησάσης δὲ τῆς ἀνθρώπου, τῇ Ἀρτέμιδι αἱ γυναῖκες ἄλλα τε πολλὰ, ἀλλὰ δὴ καὶ τὰ πουλυτελέστατα τῶν ἱματίων καθιεροῦσι τῶν γυναικείων, κελευόντων τῶν μάντεων, ἐξαπατεώμεναι. Ἡ δὲ τῆσδε ἀπαλλαγὴ, ὁκόταν τι μὴ ἐμποδίζῃ τοῦ αἵματος τὴν ἀπόῤῥυσιν. Κελεύω δ’ ἔγωγε τὰς παρθένους, ὁκόταν τὸ τοιοῦτον πάσχωσιν, ὡς τάχιστα ξυνοικῆσαι ἀνδράσιν· ἢν γὰρ κυήσωσιν, ὑγιέες γίνονται· εἰ δὲ μὴ, ἢ αὐτίκα ἅμα τῇ ἥβῃ ἢ

Work

Title: Hippocrates: De Virginum Morbis
English: Diseases of Young Girls
Original: Περὶ παρθενίων

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Littré, Émile

Title: Oeuvres complètes d'Hippocrate

Published: 1853

Series: Oeuvres complètes d'Hippocrate

Volume: 8

Pages: 466-470

Publisher: Baillière, Paris

Download

Hipp-Gr_014.xml [7.0 Kb]