De Virginum Morbis (Diseases of Young Girls)
Littré 1853
ΠΕΡΙ ΠΑΡΘΕΝΙΩΝ.
1. Ἀρχή μοι τῆς ξυνθέσιος τῶν αἰειγενέων ἰητρίκῆς· οὐ γὰρ δυνατὸν τῶν νουσημάτων τὴν φύσιν γνῶναι, ὅ πέρ ἐστι τῆς τέχνης ἐξευρεῖν, ἢν μὴ γνῷ τὴν ἐν τῷ ἀμερεῖ κατὰ τὴν ἀρχὴν, ἐξ ἧς διέκρίθη. Πρῶτον περὶ τῆς ἱερῆς νούσου καλεομένης, καὶ περὶ τῶν ἀποπλήκτων, καὶ περὶ τῶν δειμάτων, ὁκόσα φοβεῦνται οἱ ἄνθρωποι ἰσχυρῶς, ὥστε παραφρονέειν καὶ ὁρῇν δοκέειν δαίμονάς τινας ἐφ’ ἑωυτῶν δυσμενέας, ὁκότε μὲν νυκτὸς, ὁκότε δὲ ἡμέρῃς, ὁκότε δὲ ἀμφοτέρῃσι τῇσιν ὥρῃσιν· ἔπειτα ἀπὸ τῆς τοιαύτης ὄψιος πολλοὶ ἤδη ἀπηγχονίσθησαν, πλέονες δὲ γυναῖκες ἢ ἄνδρες· ἀθυμοτέρη γὰρ καὶ ὀλιγωτέρη ἡ φύσις ἡ γυναικείη. Αἱ δὲ παρθένοι, ὁκόσῃσιν ὥρη γάμου, παρανδρούμεναι, τοῦτο μᾶλλον πάσχουσιν ἅμα τῇ καθόδῳ τῶν ἐπιμηνίων, πρότερον οὐ μάλα ταῦτα κακοπαθέουσαι· ὕστερον γὰρ τὸ αἷμα ξυλλείβεται ἐς τὰς μήτρας, ὡς ἀποῤῥευσόμενον· ὁκόταν οὖν τὸ στόμα τῆς ἐξόδου μὴ ᾖ ἀνεστομωμένον, τὸ δὲ αἷμα πλέον ἐπιῤῥέῃ διά τε τὰ σιτία καὶ τὴν αὔξησιν τοῦ σώματος, τηνικαῦτα οὐκ ἔχον τὸ αἷμα ἔκρουν ἀναΐσσει ὑπὸ πλήθεος ἐς τὴν καρδίην καὶ ἐς τὴν διάφραξιν· ὁκόταν οὖν ταῦτα πληρωθέωσιν, ἐμωρώθη ἡ καρδίη· εἶτα ἐκ τῆς μωρώσιος νάρκη· εἶτ’ ἐκ τῆς νάρκης παράνοια ἔλαβεν. Ὥσπερ ὁκόταν καθημένου πουλὺν χρόνον τὸ ἐκ τῶν ἰσχίων καὶ μηρῶν αἷμα ἀποπιεχθὲν ἐς τὰς κνήμας καὶ τοὺς πόδας
Work
Title: De Virginum Morbis
English: Diseases of Young Girls
Original: Περὶ παρθενίων
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Littré, Émile
Title: Oeuvres complètes d'Hippocrate
Published: 1853
Series: Oeuvres complètes d'Hippocrate
Volume: 8
Pages: 466-470
Publisher: Baillière, Paris
Download
Hipp-Gr_014.xml [7.0 Kb]