De Exsectione Foetus (Excision of the Fetus)
Littré 1853
καὶ μεταπῖσαι οἶνον γλυκὺν καὶ λευκὸν κεράσας εὐζωρότερον, καὶ ῥητίνην, μέλιτι διατρίψας, μίξας τῷ οἴνῳ, διδόναι πιεῖν· τὰ δ’ ἄλλα θεραπεύειν ὥσπερ λεχὼ, κατὰ τὰ εἰρημένα.
2. Ὅταν δὲ τῇ τικτούσῃ γυναικὶ πλάγιον παραπέσῃ τὸ ἔμβρυον, γίνεται δὲ ὁκόταν στρέφηται τοιόνδε, ὁ ὀμφαλὸς περὶ τὸν τράχηλον περιελίσσεται καὶ ἐπίσχει τὴν ἔξοδον τοῦ ἐμβρύου, καὶ ἐς τὸ ἰσχίον ἐπεμβάλλει τὴν κεφαλὴν, καὶ ἡ χεὶρ ὡς ἐπιτοπουλὺ ἔξω γίνεται. Ἢν μὲν οὖν ἤδη τεθνηκὸς ἔξω γένηται, τοῦτο προσημαίνει· ᾗσι δὲ μὴ ἔξω ἡ χεὶρ τοῦ ἐμβρύου, ὡς ἐπιτοπουλὺ ζῇ τὸ ἔμβρυον κίνδυνος δὲ καὶ οὕτως.
3. Ἔνιαι δὲ καὶ τὰ λόχια πρὸ τοῦ ἐμβρύου ἀφιᾶσιν, ὥστε ἀναγκαῖον τὴν ὠδῖνα ξηρὰν εἶναι καὶ ἐπίπονον ὅσαι δὲ τὰ λόχια μὴ προκαθαίρονται, ῥᾷον ἀπαλλάττουσιν ἐν τῷ τόκῳ.
4. Ἀνασείειν δὲ δεῖ ὧδε· σίνδονα ὑποστορέσαντα, ἀνακλῖναι τὴν γυναῖκα, καὶ ἑτέρην ἐπιβαλεῖν ὅκως ἂν τὸ αἰδοῖον κεκρυμμένον ᾖ, καὶ περικαλύψαι περὶ ἑκάτερον τὸ σκέλος τὴν σίνδονα καὶ περὶ ἑκάτερον τὸ γυῖον· γυναῖκας δὲ δύο λαβέσθαι τοῦ σκέλεος ἑκατέρου,
Work
Title: De Exsectione Foetus
English: Excision of the Fetus
Original: Περὶ ἐγκατατομῆς ἐμβρύου
Domains: Mathematics
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Littré, Émile
Title: Oeuvres complètes d'Hippocrate
Published: 1853
Series: Oeuvres complètes d'Hippocrate
Volume: 8
Pages: 512-518
Publisher: Baillière, Paris
Download
Hipp-Gr_015.xml [7.5 Kb]