Digital Corpus for Graeco-Arabic Studies

Hippocrates: De Glandulis (Glands)

Littré 1853

ἔχει δὲ καὶ τὴν ὑπὸ τοῦ δέρματος ὑγρασίην· αὕτη πᾶσα ἀπαναισιμοῦται ἰκέλη τῆς πρόσθεν· νούσους δὲ οὐ ποιεῖ τὰ πολλὰ, ὅκως περ καὶ ἐν τοῖσιν ἄρθροισι γίνεται· συχναὶ γάρ τοι ἀδένες καὶ ἀναπετέες, καὶ οὐ κοῖλαι, καὶ οὐ πουλὺ πλῆθος ἐπαυρισκόμεναι ἡ ἑτέρη τῆς ἑτέρης, ἐπεὶ μᾶλλον πλεονεκτεῖν ἐθέλουσα οὐδὲ μίη τότε πλῆθος ἔχειν δύναται, ἀλλ’ ὀλίγον ἑκάστη ξυῤῥέον ἐς τὸ ἄρθρον ἐς πολλὰ διαιρεόμενον· ἰσότης ἐστὶν αὐτέῃσιν.

10. Ἡ κεφαλὴ καὶ αὕτη τὰς ἀδένας ἔχει, τὸν ἐγκέφαλον ἴκελον ἀδένι· ἐγκέφαλος γὰρ καὶ λευκὸς καὶ ψαφαρὸς, ὅκως περ καὶ ἀδένες, καὶ ταὐτὰ ἀγαθὰ τῇσιν ἀδέσι ποιεῖ τὴν κεφαλὴν ἐοῦσαν, διὰ τὰ εἰρημένα μοι, τιμωρέων ὁ ἐγκέφαλος ἀποστερέει τὴν ὑγρασίην, καὶ ἐπὶ τὰς ἐσχατιὰς ἔξω ἀποστέλλει τὸ πλέον ἀπὸ τῶν ῥοῶν. Μείζων δ’ ὁ ἐγκέφαλος τῶν ἄλλων ἀδένων, καὶ αἱ τρίχες μείζους ἢ αἱ ἄλλαι τρίχες· μείζων τε γὰρ ὁ ἐγκέφαλος καὶ ἐν εὐρυχωρίῃ κέεται τῇ κεφαλῇ.

11. Ποιέει δὲ νούσους καὶ ἥσσονας καὶ μείζονας ἢ αἱ ἄλλαι ἀδένες· ποιέει δὲ, ὁκόταν ἐς τὰ κάτω τοῦ σώματος τὴν σφετέρην πλεονεξίην ἀποστείλῃ. Ῥόοι δὲ ἀπὸ κεφαλῆς ἕως ἀποκρίσιος, δι’ ὤτων κατὰ φύσιν, δι’ ὀφθαλμῶν, διὰ ῥινῶν· τρεῖς οὗτοι· καὶ ἄλλοι δι’ ὑπερώης ἐς φάρυγγα, ἐς στόμαχον· ἄλλοι διὰ φλεβῶν ἐπὶ νωτιαῖον, ἐς τὰ ἰσχία, οἱ πάντες ἑπτά.

12. Οὗτοι τοῦ τε ἐγκεφάλου λύματά εἰσιν ἀπιόντες· καὶ εἰ μὴ

Work

Title: Hippocrates: De Glandulis
English: Glands
Original: Περὶ ἀδένων

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Littré, Émile

Title: Oeuvres complètes d'Hippocrate

Published: 1853

Series: Oeuvres complètes d'Hippocrate

Volume: 8

Pages: 554-574

Publisher: Baillière, Paris

Download

Hipp-Gr_018.xml [24 Kb]