Digital Corpus for Graeco-Arabic Studies

Hippocrates: De Glandulis (Glands)

Littré 1853

τὸ πῦον· τοῦτο διεσθίει τοὺς πνεύμονας, καὶ οἱ νοσέοντες οὐ ῥάϊον περιγίνονται· καὶ ἡ γνώμη τοῦ ἰητροῦ, καὶ ἢν ἀγαθὸς καὶ ἢν ἀγχίνοος, τὰ πολλ’ ἀξυνετέει τῆς προφάσιος. Ἄλλη νοῦσος διὰ φλεβῶν ἐπὶ νωτιαῖον ἀπὸ κατάῤῥου κεφαλῆς· ἀΐσσει δὲ ἐνταῦθα ἐπὶ ἱερὸν ὀστέον, ἄγων τὴν ἐπιῤῥοὴν ὁ νωτιαῖος, καὶ ἐναπέθετο τῇσι κοτύλῃσι τῶν ἰσχίων· ἰσχία καὶ ἢν ποιέῃ φθίσιν, καὶ μαραίνεται ὁ ἄνθρωπος ὅδε καὶ ὧδε, καὶ ζώειν οὐκ ἐθέλει· ταχὺ γὰρ πονέει τὴν σπάθην, καὶ ᾅμα τὼ πόδε καὶ μηρὼ παρέπονται, καὶ αἰεὶ τελέως ὄλλυνται χρόνῳ πολλῷ μελεδαινόμενοι, καὶ οὕτως ἀπηύδηκε καὶ θνήσκει. Ταῦτά μοι περὶ ῥόων ἀπὸ κεφαλῆς εἴρηται.

15. Καὶ πάθεα ἐγκεφάλου καὶ ἄλλαι νοῦσοι, παραφροσύναι καὶ μανίαι, καὶ πάντα ἐπικίνδυνα, καὶ πονέει ὁ ἐγκέφαλος καὶ αἱ ἄλλαι ἀδένες· ἔχει γὰρ καὶ τόνον καὶ ἄλλη ξύνοδος ἐνταῦθα πάλιν τοῦ σώματος.

16. Ἀλλὰ καὶ ἀδένες ἐν τοῖσι στήθεσι μαζοὶ καλέονται, καὶ

Work

Title: Hippocrates: De Glandulis
English: Glands
Original: Περὶ ἀδένων

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Littré, Émile

Title: Oeuvres complètes d'Hippocrate

Published: 1853

Series: Oeuvres complètes d'Hippocrate

Volume: 8

Pages: 554-574

Publisher: Baillière, Paris

Download

Hipp-Gr_018.xml [24 Kb]