Digital Corpus for Graeco-Arabic Studies

Hippocrates: De Glandulis (Glands)

Littré 1853

διαίρονται γάλα ποιέουσιν· οἷς δὲ οὐ ποιέουσι γάλα, οὕ· ποιέουσι μὲν αἱ γυναῖκες, οἱ δὲ ἄνδρες οὐ ποιέουσι. Τῇσι μὲν γυναιξὶν ἀραιή τε ἡ φύσις κατὰ τῶν ἀδένων, ὥσπερ τὸ ἄλλο σῶμα, καὶ τὴν τροφὴν, ἥν τινα ἕλκουσιν ἐπὶ σφᾶς, ἀλλοιοῦσιν ἐς τὸ γάλα· καὶ ἀπὸ τῆς μήτρης παραγίνεται ἐπὶ τοὺς μαζοὺς ἐς τὴν μετὰ τὸν τόκον τῷ παιδίῳ τροφὴν, ἥν τινα ἀποπιέζει καὶ ὑπερβάλλει τὸ ἐπίπλοον ἐς τὰ ἄνω, στενοχωρούμενον ὑπὸ τοῦ ἐμβρύου. Τοῖσι δὲ ἄῤῥεσι καὶ ἡ στενοχωρίη καὶ ἡ πυκνότης τοῦ σώματος μέγα συμβάλλεται μὴ εἶναι μεγάλας τὰς ἀδένας· τὸ γὰρ ἄῤῥεν ναστόν ἐστι καὶ οἷον εἷμα πυκνὸν καὶ ὁρέοντι καὶ ἐπαφομένῳ· τὸ δὲ θῆλυ ἀραιὸν καὶ χαῦνον καὶ οἷον εἴριον ὁρέοντι καὶ ἐπαφομένῳ· ὥστε τὴν ὑγρασίην οὐ μεθίησι τὸ ἀραιὸν καὶ μαλθακόν· τὸ δὲ ἄρσεν οὐκ ἄν τι προσδέξαιτο, πυκνόν τε ἐὸν καὶ ἀστεργὲς, καὶ ὁ πόνος κρατύνει αὐτοῦ τὸ σῶμα, ὥστε οὐκ ἔχει δι’ οὗ λήψεται τὸ τῶν περισσῶν. Οὕτως ἀναγκάζει ὅδε ὁ λόγος καὶ στήθεα καὶ μαζοὺς καὶ τὸ ἄλλο σῶμα τῇσι γυναιξὶ χαῦνα καὶ μαλακὰ εἶναι καὶ διὰ τὴν ἀργίην καὶ διὰ τὰ προειρημένα· τοῖσι δὲ ἀνδράσι τὰ ἐναντία.

17. Ποιέουσι καὶ μαζοὶ φύματα, φλεγμονὰς, τὸ γάλα ἀποσήποντες·

Work

Title: Hippocrates: De Glandulis
English: Glands
Original: Περὶ ἀδένων

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Littré, Émile

Title: Oeuvres complètes d'Hippocrate

Published: 1853

Series: Oeuvres complètes d'Hippocrate

Volume: 8

Pages: 554-574

Publisher: Baillière, Paris

Download

Hipp-Gr_018.xml [24 Kb]