Digital Corpus for Graeco-Arabic Studies

Hippocrates: De Glandulis (Glands)

Littré 1853

ὑγροῦ· καὶ γὰρ πονέει ταῦτα καὶ κινέεται μάλιστα τῶν ἐν τῷ σώματι.

5. Τὰ δ’ ἄλλα ὁκόσα ἀδένας ἔχει μοῦνον, οἷον ἔντερα, ἔχει γὰρ καὶ ταῦτα ἀδένας ἐς τὸ ἐπίπλοον μείζονας, τρίχας οὐκ ἔχει. Καὶ γὰρ ἐν τοῖσι τέλμασι τῆς γῆς καὶ καθύγροισιν οὐ φύεται τὸ σπέρμα οὔτ’ ἐθέλει ἀναβαίνειν τῆς γῆς ἄνω, ἀλλ’ ἀποσήπεται καὶ ἀποπνίγεται τῇ πλεονεξίῃ· βιῆται γὰρ τὸ σπέρμα. Βιῆται δὲ καὶ ἐν τοῖσιν ἐντέροισιν ἡ πληθὺς καὶ τὸ ὑγρὸν πουλὺ, καὶ οὐκ ἂν φύσαι τρίχας. Αἱ δὲ ἀδένες μείζονες ἤ κου ἄλλοθι τοῦ σώματος· καὶ νέμονται αἱ ἀδένες ἐν τοῖσιν ἐντέροισιν ἐκπιεζόμεναι τὸν πλάδον, τὰ δὲ ἔντερα ἐκ τῶν τευχέων ἐς τὰ ἐπίπλοα ἐκδέχεται καὶ καθίησι τὴν ὑγρασίην· τὸ δὲ ἐπίπλοον διαδιδοῖ τῇσιν ἀδένεσιν.

6. Ἔχουσι δὲ καὶ οἱ νεφροὶ ἀδένας· καὶ γὰρ οὗτοι κορίσκονται πολλῆς ὑγρασίης· μείζους δὲ αἱ ἀδένες ταύτῃ ἢ αἱ ἄλλαι ἀδένες ἐοῦσαι· οὐ γὰρ ἐμπίνεται τοῖσι νεφροῖσι τὸ ὑγρὸν τὸ ἐπιῤῥέον, ἀλλὰ διαῤῥέει ἐπὶ κύστιν κάτω, ὥστε ὅ τι ἂν ἀποκερδάνωσιν ἀπὸ τῶν ὀχετῶν, τοῦτο ἕλκουσι πρὸς σφέας.

7. Καὶ ἄλλαι δέ εἰσιν ἐν τῷ σώματι ἀδένες σμικραὶ καὶ πάνυ, ἀλλ’ οὐ βούλομαι ἀποπλανᾷν τὸν λόγον· ἐς γὰρ τὰς ἐπικαίρους ἡ γραφή. Νῦν δὲ ἀναβήσομαι τῷ λόγῳ, καὶ ἐρέω περὶ ἀδένων οὐλομελίης τραχήλου· τράχηλος τὰ μέρεα αὐτοῦ ἑκάτερα ἔνθα καὶ ἔνθα ἀδένας ἔχει, καὶ παρίσθμια καλέονται αἱ ἀδένες αὗται· χρείη τοιήδε· ἡ κεφαλὴ ὑπέρκειται ἄνω κοίλη ἐοῦσα καὶ περιφερὴς καὶ πλήρης τῆς περὶ

Work

Title: Hippocrates: De Glandulis
English: Glands
Original: Περὶ ἀδένων

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Littré, Émile

Title: Oeuvres complètes d'Hippocrate

Published: 1853

Series: Oeuvres complètes d'Hippocrate

Volume: 8

Pages: 554-574

Publisher: Baillière, Paris

Download

Hipp-Gr_018.xml [24 Kb]