Digital Corpus for Graeco-Arabic Studies

Hippocrates: De Glandulis (Glands)

Littré 1853

ὂν τὸ ἐμπεσὸν, πονέει τοῦτο, καὶ ἡ γνώμη ταράττεται, καὶ περίεισιν ἀλλοῖα φρονῶν καὶ ἀλλοῖα ὁρέων· φέρων τὸ ἦθος τῆς νούσου σεσηρόσι μειδιήμασι καὶ ἀλλοκότοισι φαντάσμασιν.

13. Ἄλλος ῥόος ἐπ’ ὀφθαλμοὺς, ὀφθαλμίαι, καὶ οἰδέουσιν αἱ ὄψεις. Εἰ δὲ ἐπὶ ῥῖνας ὁ κατάῤῥους, ὀδάξονται μυκτῆρας, καὶ ἄλλο οὐδὲν δεινόν· αἵ τε γὰρ ὁδοὶ τουτέων εὐρέες καὶ ἱκαναὶ τιμωρέειν σφίσιν· πρὸς δὲ καὶ ἀσύστροφον τὸ ἀπιὸν αὐτέησι. Τὰ δὲ οὔατα σκολιὸς μὲν πόρος καὶ στεινός· ὁ δ’ ἐγκέφαλος πλησίον αὐτέου αὐτοῖσιν ἐμπιέζεται· νοσέων δὲ τὴν νοῦσον ταύτην, τὰ πολλὰ ἀποκρίνει κατὰ τὸ οὖς ἀπὸ τῆς πυκινῆς ῥοῆς ἀνὰ χρόνον, ὤρισταί τε, καὶ ῥέει δυσῶδες πῦον. Οὕτως ἐς τὰ ἔξω δῆλοι τῷ ὀφθαλμῷ ῥόοι καὶ οὐ πάμπαν θανατώδεες.

14. Ἢν δὲ ὀπίσῳ τὸ ῥεῦμα ᾖ δι’ ὑπερώης, τὸ ἀφικόμενον φλέγμα ἐς τὴν κοιλίην, ῥέουσι μὲν καὶ αἱ κοιλίαι τούτων, νοσέουσι δὲ οὔ· ἀναμένοντος κάτω τοῦ φλέγματος, εἰλεοί. Τὰ πάθη χρόνια, ἄλλοις δι’ ὑπερώης ἐπὶ φάρυγγα, ἢν πουλὺ ῥυῇ καὶ ἐπὶ πουλὺ, αἱ νοῦσοι φθινάδες· κορίσκονται γὰρ τοῦ φλέγματος οἱ πνεύμονες, καὶ γίνεται

Work

Title: Hippocrates: De Glandulis
English: Glands
Original: Περὶ ἀδένων

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Littré, Émile

Title: Oeuvres complètes d'Hippocrate

Published: 1853

Series: Oeuvres complètes d'Hippocrate

Volume: 8

Pages: 554-574

Publisher: Baillière, Paris

Download

Hipp-Gr_018.xml [24 Kb]