Digital Corpus for Graeco-Arabic Studies

Hippocrates: De Carnibus (Fleshes)

Littré 1853

ἔχουσιν αὐταὶ ἐν ἑωυταῖσι· καὶ διὰ τοῦτο τροφὴ ἕλκεται πλέον ἢ ἐς τὰ ἄλλα ὀστέα. Καὶ πλέονα τὴν τροφὴν ἔχοντα καὶ ἀθροωτέρην τὴν ἐπιῤῥοὴν, ἀποτίκτει αὔξησιν αὐτὰ ἀφ’ ἑαυτέων τοιαύτην οἷά πέρ ἐστιν αὐτὰ, τέως ἄν περ καὶ ἄνθρωπος οὖλος αὐξάνηται. Αὐξάνεται δὲ ἐπὴν γένηται ἐπίδηλος· ἐπίδηλος δὲ μάλιστα γίνεται ἀπὸ ἑπταετέος μέχρι τεσσαρεσκαιδεκαετέος, καὶ ἐν τουτέῳ τῷ χρόνῳ οἵ τε μέγιστοι τῶν ὀδόντων φύονται καὶ ἄλλοι πάντες, ἐπὴν ἐκπέσωσιν οἳ ἐγένοντο ἀπὸ τῆς τροφῆς τῆς ἐν τῇ μήτρῃ. Αὐξάνεται δὲ καὶ ἐς τὴν τρίτην ἑβδομάδα, ἐν ᾗ νεηνίσκος γίνεται, μέχρι τεσσάρων καὶ πέντε ἑβδομάδων· καὶ ἐν τῇ τετάρτῃ δὲ ἑβδομάδι ὀδόντες φύονται δύο τοῖσι πολλοῖσι τῶν ἀνθρώπων, οὗτοι καλέονται σωφρονιστῆρες.

14. Αἱ δὲ τρίχες φύονται ὧδε· ὀστέα εἰσὶ καὶ ἐγκέφαλος, ἀφ’ ὧν ἡ τοιαύτη αὔξησις, ὅτι τοῦ πέριξ κολλώδεος, ὅπως περ τοῖσι νεύροισι, καὶ τοῦ λιπαροῦ οὐκ ἔνεστιν· εἰ γὰρ ἐνῆν τοῦ λιπαροῦ, ἐξεκαίετο ἂν ἐκ τοῦ θερμοῦ. Τάχα δὲ θαυμάσειεν ἄν τις ὅτι καὶ ἐν τῇσι μασχάλῃσι καὶ ἐν τῷ ἐπισείῳ τρίχες πολλαὶ καὶ ἐν τῷ σώματι παντί εἰσιν· ωὐτὸς λόγος περὶ τουτέου· ὅπου τυγχάνει τοῦ σώματος τὸ κολλῶδες ὂν, ἐνταῦθα αἱ τρίχες γίνονται ὑπὸ τοῦ θερμοῦ.

15. Ἀκούει δὲ διὰ τόδε· τὰ τρήματα τῶν οὐάτων προσήκει πρὸς ὀστέον σκληρόν τε καὶ ξηρὸν ὅμοιον λίθῳ· τοῦτο δὲ, πέφυκε πρὸς ὀστέον κοίλωσις σηραγγώδης· οἱ δὲ ψόφοι ἀπερείδονται πρὸς τὸ σκληρόν· τὸ δὲ ὀστέον τὸ κοῖλον ἐπηχεῖ διὰ τοῦ σκληροῦ· τὸ δὲ δέρμα τὸ πρὸς τῇ ἀκοῇ πρὸς τῷ ὀστέῳ τῷ σκληρῷ λεπτόν ἐστιν ὥσπερ ἀράχνιον, ξηρότατον τοῦ ἄλλου δέρματος. Τεκμήρια δὲ πολλὰ

Work

Title: Hippocrates: De Carnibus
English: Fleshes
Original: Περὶ σαρκῶν

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Littré, Émile

Title: Oeuvres complètes d'Hippocrate

Published: 1853

Series: Oeuvres complètes d'Hippocrate

Volume: 8

Pages: 584-614

Publisher: Baillière, Paris

Download

Hipp-Gr_019.xml [43 Kb]