Digital Corpus for Graeco-Arabic Studies

Hippocrates: De Carnibus (Fleshes)

Littré 1853

ὅτι ξηρότατον ἠχεῖ μάλιστα· ὅταν δὲ μέγιστον ἠχήσῃ, τότε μάλιστα ἀκούομεν. Καί εἰσί τινες οἳ ἔλεξαν φύσιν ξυγγράφοντες ὅτι ὁ ἐγκέφαλός ἐστιν ὁ ἠχέων· τοῦτο δὲ οὐκ ἂν γένηται· αὐτός τε γὰρ ὁ ἐγκέφαλος ὑγρός ἐστι, καὶ μῆνιγξ περὶ αὐτόν ἐστιν ὑγρὴ καὶ παχείη, καὶ περὶ τὴν μήνιγγα ὀστέα· οὐδὲν οὖν τῶν ὑγρῶν ἠχεῖ, ἀλλὰ ξηρά· τὰ δὲ ἠχέοντα ἀκοὴν ποιεῖ.

16. Ὀσφραίνεται δ’ ὁ ἐγκέφαλος ὑγρὸς ἐὼν αὐτὸς τῶν ξηρῶν, ἕλκων τὴν ὀδμὴν ξὺν τῷ ἠέρι διὰ τῶν βρογχίων ξηρῶν ἐόντων· προήκει γὰρ ὁ ἐγκέφαλος τῆς ῥινὸς ἐς τὰ κοῖλα· καὶ ταύτῃ αὐτῷ οὐκ ἔστιν ἐπίπροσθεν ὀστέον οὐδὲν, ἀλλὰ χόνδριον μαλακὸν ὅκως περ σπόγγος, οὔτε κρέας οὔτε ὀστέον. Καὶ ὅταν μὲν ξηρὰ ᾖ τὰ κοῖλα τῆς ῥινὸς, ὀσμᾶσθαι τῶν ξηροτέρων αὐτὸς ἑωυτοῦ ἀκριβέστερός ἐστιν· ὕδατος γὰρ οὐκ ὀδμᾶται· ὑγρότερον γάρ ἐστι τοῦ ἐγκεφάλου, ἐὰν μὴ σαπῇ· σηπόμενον γὰρ τὸ ὕδωρ παχύτερον γίνεται καὶ τὰ ἄλλα πάντα· ὁκόταν δὲ ὑγρανθέωσιν αἱ ῥῖνες, οὐ δύναται ὀσφραίνεσθαι· οὐ γὰρ τὸν ἠέρα ἕλκει αὐτὸς πρὸς ἑωυτόν. Ταύτῃ δὲ καὶ ὅταν ἀποτήκῃ ὁ ἐγκέφαλος πλεῖστον αὐτὸς ἀφ’ ἑωυτοῦ ἐς τὴν ὑπερώην καὶ τὴν φάρυγγα καὶ τὸν πνεύμονα καὶ ἐς τὴν ἄλλην κοιλίην, γινώσκουσιν οἱ ἄνθρωποι καὶ φασὶ καταῤῥέειν ἐκ τῆς κεφαλῆς· καταῤῥέει δὲ καὶ ἐς τὸ ἄλλο σῶμα· καί ἐστι τροπὴ τῷ θερμῷ.

17. Ὁρῇ δὲ διὰ τοῦτο· ἀπὸ τοῦ ἐγκεφάλου τῆς μήνιγγος φλὲψ καθήκει ἐς τὸν ὀφθαλμὸν διὰ τοῦ ὀστέου ἑκάτερον· διὰ ταύταιν ταῖν φλεβοῖν ἀπὸ τοῦ ἐγκεφάλου διηθέεται τὸ λεπτότατον τοῦ κολλωδεστάτου· καὶ διὰ τοῦτο αὐτὸ περὶ αὐτὸν δέρμα ποιέει τοιοῦτον

Work

Title: Hippocrates: De Carnibus
English: Fleshes
Original: Περὶ σαρκῶν

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Littré, Émile

Title: Oeuvres complètes d'Hippocrate

Published: 1853

Series: Oeuvres complètes d'Hippocrate

Volume: 8

Pages: 584-614

Publisher: Baillière, Paris

Download

Hipp-Gr_019.xml [43 Kb]