De Prisca Medicina (Ancient Medicine)
Littré 1839
κινδυνεύσειε κείνου τοῦ νοσέοντος, ὃς τὸν ἄρτον ἢ τὴν μᾶζαν ἀκαίρως προσηνέγκατο. Ταῦτα δὴ πάντα τεκμήρια, ὅτι αὕτη ἡ τέχνη πᾶσα ἡ ἰητρικὴ τῇ αὐτέῃ ὁδῷ ζετεομένη εὑρίσκοιτο ἄν.
9. Καὶ εἰ μὲν ἦν ἁπλῶς, ὥσπερ ὑφηγέεται, ὅσα μὲν ἦν ἰσχυρότερα ἔβλαπτεν, ὅσα δ᾿ ἦν ἀσθενέστερα ὠφέλεέ τε καὶ ἔτρεφε τὸν κάμνοντα καὶ τὸν ὑγιαίνοντα, εὐπετὲς ἂν ἦν τὸ πρῆγμα πολλὸν γὰρ τοῦ ἀσφαλέος ἂν ἔδει περιλαμβάνοντας ἄγειν ἐπὶ τὸ ἀσθενέστατον. Νῦν δὲ οὐκ ἔλασσον ἁμάρτημα, οὐδὲ ἧσσον λυμαίνεται τὸν ἄνθρωπον, ἢν ἐλάσσονα καὶ ἐνδεέστερα τῶν ἱκανῶν προσφέρηται· τὸ γὰρ τοῦ λιμοῦ μέρος δύναται ἰσχυρῶς ἐν τῇ φύσει τοῦ ἀνθρώπου καὶ γυιῶσαι καὶ ἀσθενέα ποιῆσαι καὶ ἀποκτεῖναι. Πολλὰ δὲ καὶ ἄλλα κακὰ, ἑτεροῖα μὲν τῶν ἀπὸ πληρώσιος, οὐχ ἧσσον δὲ ἅμα δεινὰ καὶ ἀπὸ κενώσιος· δι᾿ ὧν πολλὸν ποικιλώτερά τε καὶ διὰ πλέονος ἀκριβίης ἐστί. Δεῖ γὰρ μέτρου τινὸς στοχάσασθαι· μέτρον δὲ, οὐδὲ σταθμὸν, οὐδὲ ἀριθμὸν οὐδένα ἄλλον, πρὸς ὃ ἀναφέρων εἴσῃ τὸ ἀκριβὲς, οὐκ
Work
Title: De Prisca Medicina
English: Ancient Medicine
Original: Περὶ ἀρχαίης ἰητρικῆς
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Littré, Émile
Title: Oeuvres complètes d'Hippocrate
Published: 1839
Series: Oeuvres complètes d'Hippocrate
Volume: 1
Pages: 570-636
Publisher: Baillière, Paris
Download
Hipp-Gr_020.xml [72 Kb]