Digital Corpus for Graeco-Arabic Studies

Hippocrates: De Diaeta in Morbis Acutis (Regimen in Acute Diseases)

Littré 1840

μάλιστα· οὐχ ἥκιστα δὲ, ὅτι καὶ ἀποθανόντων αὐτέων ἡ πλευρὴ πελιὴ εὑρίσκεται ἴκελόν τι πληγῇ. Αἴτιον δὲ τουτέου τόδε ἐστὶν, ὅτι, πρὶν λυθῆναι τὴν ὀδύνην, θνήσκουσιν· ταχέως γὰρ πνευματίαι γίγνονται· ὑπὸ δὲ τοῦ πολλοῦ καὶ πυκνοῦ πνεύματος, ὡς ἤδη εἴρηται, καταγλισχραινόμενον τὸ πτύελον ἀπέπτως κωλύει τὴν ἐπάνοδον γίγνεσθαι, ἀλλὰ τὴν ῥέγξιν ποιέει ἐνισχόμενον ἐν τοῖσι βρογχίοισι τοῦ πλεύμονος. Καὶ ὁκόταν ἐς ταὐτὸ ἔλθῃ, θανατῶδες ἤδη ὡς ἐπιτοπουλὺ ἐστίν· καὶ γὰρ αὐτὸ τὸ πτύελον ἐνισχόμενον κωλύει μὲν τὸ πνεῦμα ἔσω φέρεσθαι, ἀναγκάζει δὲ ταχέως ἔξω φέρεσθαι· καὶ οὕτως ἐς τὸ κακὸν ἀλλήλοισι τιμωρέουσι· τό τε γὰρ πτύελον ἐνισχόμενον πυκνὸν τὸ πνεῦμα ποιέει, τό τε πνεῦμα πυκνὸν ἐὸν ἐπιγλισχραίνει τὸ πτύελον, καὶ κωλύει ἀπολισθαίνειν. Καταλαμβάνει

Work

Title: Hippocrates: De Diaeta in Morbis Acutis
English: Regimen in Acute Diseases
Original: Περὶ διαίτης ὀξέων

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Littré, Émile

Title: Oeuvres complètes d'Hippocrate

Published: 1840

Series: Oeuvres complètes d'Hippocrate

Volume: 2

Pages: 224-376

Publisher: Baillière, Paris

Download

Hipp-Gr_021.xml [82 Kb]