Digital Corpus for Graeco-Arabic Studies

Hippocrates: De Diaeta in Morbis Acutis (Regimen in Acute Diseases)

Littré 1840

διδόμενα ὑπήλατα ἀρήγει, ὁκόσα μὴ ἄγαν ἐστὶν ᾶηδέα ἢ διὰ πικρότητα ἢ δι᾿ ἄλλην τινὰ ἀηδίην, ἢ διὰ πλῆθος ἢ χροιὴν ἢ ὑποψίην τινά. Τῆς μὲν πτισάνης, ὁκόταν πίῃ τὸ φάρμακον, ἐπιῤῥοφῇν αὐτίκα χρὴ διδόναι μηδὲν ἔλασσον ἀξίως λόγου ἢ ὁκόσον εἴθιστο· ἐπεὶ καὶ κατὰ λόγον ἐστὶ μεσηγὺ τῆς καθάρσιος μὴ διδόναι ῥοφῇν· ὁκόταν δὲ λήξῃ ἡ κάθαρσις, τότε ἔλασσον ῥοφεέτω ἢ ὁκόσον εἴθιστο· μετὰ δὲ τοῦτο, ἀναγέτω αἰεὶ ἐπὶ τὸ πλεῖον, ἢν ἥ τε ὀδύνη πεπαυμένη ᾖ, καὶ μηδὲν ἄλλο ἐναντιῶται. Ωὁτὸς δέ μοι λόγος ἐστὶ, καὶ ἢν χυλῷ πτισάνης δέῃ χρέεσθαι (φημὶ γὰρ ἄμεινον εἶναι αὐτίκα ἄρξασθαι ῥοφῇν τὸ ἐπίπαν μᾶλλον, ἢ προκενεαγγήσαντα ἄρξασθαι τοῦ ῥοφήματος, ἢ τριταῖον,

Work

Title: Hippocrates: De Diaeta in Morbis Acutis
English: Regimen in Acute Diseases
Original: Περὶ διαίτης ὀξέων

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Littré, Émile

Title: Oeuvres complètes d'Hippocrate

Published: 1840

Series: Oeuvres complètes d'Hippocrate

Volume: 2

Pages: 224-376

Publisher: Baillière, Paris

Download

Hipp-Gr_021.xml [82 Kb]