Digital Corpus for Graeco-Arabic Studies

Hippocrates: De Diaeta in Morbis Acutis (Regimen in Acute Diseases)

Littré 1840

μὲν μὴ ἐνείη, μηδὲ φρενῶν ἅψις, μηδὲ τὸ πτύελον κωλύοιτο τῆς ἀνόδου, μηδὲ τὸ οὖρον ἴσχοιτο, τὰ διαχωρήματα δὲ πλαδαρώτερα καὶ ξυσματωδέστερα εἴη, ἐν δὴ τοῖσι τοιουτέοισι πρέποι ἂν μάλιστα μεταβάλλειν ἐκ τοῦ λευκοῦ, καὶ ὁκόσα τουτέοισιν ἐμφερέα. Προσξυνιέναι δὲ δεῖ, ὅτι τὰ μὲν ἄνω πάντα καὶ τὰ κατὰ κύστιν ἧσσον βλάψει, ἢν ὑδαρέστερος ᾖ, τὰ δὲ κατ᾿ ἔντερον μᾶλλον ὀνήσει, ἢν ἀκρητέστερος ᾖ.

15. Μελίκρητον δὲ πινόμενον διὰ πάσης τῆς νούσου ἐν τῇσιν ὀξείῃσι νούσοισι τὸ ἐπίπαν μὲν τοῖσι πικροχόλοισι καὶ μεγαλοσπλάγχνοισιν ἧσσον ἐπιτήδειον ἢ τοῖσι μὴ τοιούτοισίν ἐστιν· διψῶδές γε μὴν ἧσσον τοῦ γλυκέος οἴνου· πλεύμονός τε γὰρ μαλθακτικόν ἐστι, καὶ πτυέλου ἀναγωγὸν μετρίως, καὶ βηχὸς παρηγορικόν· ἔχει γὰρ σμηγματῶδές

Work

Title: Hippocrates: De Diaeta in Morbis Acutis
English: Regimen in Acute Diseases
Original: Περὶ διαίτης ὀξέων

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Littré, Émile

Title: Oeuvres complètes d'Hippocrate

Published: 1840

Series: Oeuvres complètes d'Hippocrate

Volume: 2

Pages: 224-376

Publisher: Baillière, Paris

Download

Hipp-Gr_021.xml [82 Kb]