De Diaeta in Morbis Acutis (Regimen in Acute Diseases)
Littré 1840
δὲ ταῦτα, οὐ μοῦνον ἢν πτισάνῃ ἀκαίρως χρέωνται, ἀλλὰ πουλὺ μᾶλλον ἤν τι ἄλλο φάγωσιν ἢ πίωσι πτισάνης ἀνεπιτηδειότερον.
6. Μάλα μὲν οὖν τὰ πλεῖστα παραπλήσιαί εἰσιν αἱ τιμωρίαι τοῖσί τε ὅλῃσι τῇσι πτισάνῃσι χρεομένοισι, τοῖσί τε τῷ χυλῷ αὐτέῳ· τοῖσι δὲ μηδετέρῳ τουτέων, ἀλλὰ ποτῷ μοῦνον, ἔστιν ὅπη καὶ διαφερόντως τιμωρητέον. Χρὴ δὲ τό γε πάμπαν οὕτω ποιέειν· ἢν νεοβρῶτι ἐόντι αὐτέῳ καὶ κοιλίης μήπω ὑποκεχωρηκυίης ἄρξηται ὁ πυρετὸς, ἤν τε ξὺν ὀδύνῃ, ἤν τε ἄνευ ὀδύνης, ἐπισχεῖν τὴν δόσιν τοῦ ῥοφήματος, ἔστ᾿ ἂν οἴηται κεχωρηκέναι ἐς τὸ κάτω μέρος τοῦ ἐντέρου τὸ σιτίον. Χρέεσθαι δὲ ποτῷ, ἢν μὲν ἄληγμά τι ἔχῃ, ὀξυμέλιτι χειμῶνος
Work
Title: De Diaeta in Morbis Acutis
English: Regimen in Acute Diseases
Original: Περὶ διαίτης ὀξέων
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Littré, Émile
Title: Oeuvres complètes d'Hippocrate
Published: 1840
Series: Oeuvres complètes d'Hippocrate
Volume: 2
Pages: 224-376
Publisher: Baillière, Paris
Download
Hipp-Gr_021.xml [82 Kb]