De Diaeta in Morbis Acutis (Regimen in Acute Diseases)
Littré 1840
ἑωυτοῦ καὶ χολωδέστατον καὶ φιλαδυναμώτατον, ὅταν
ἐς κενεότητα ἐσέλθῃ· καὶ σπληνὸς δὲ αὐξητικὸν καὶ
ἥπατός ἐστιν, ὁκόταν πεπυρωμένον ᾖ· καὶ ἐγκλυδαστικόν
τε καὶ ἐπιπολαστικόν· βραδύπορόν τε γάρ ἐστι διὰ τὸ
ὑπόψυχρον καὶ ἄπεπτον εἶναι· καὶ οὔτε διαχωρητικὸν, οὔτε
διουρητικόν· προσβλάπτει δέ τι καὶ διὰ τόδε, ὅτι ἄκοπρόν
ἐστι φύσει· ἢν δὲ δὴ καὶ ποδῶν ψυχρῶν ποτε ἐόντων
ποθῇ, πάντα ταῦτα πολλαπλασίως βλάπτει, ἐς ὅ τι ἂν
αὐτέων ὁρμήσῃ. Ὑποπτεύσαντι μέντοι ἐν ταύτῃσι τῇσι
νούσοισιν ἢ καρηβαρίην ἰσχυρὴν ἢ φρενῶν ἅψιν, παντάπασιν
οἴνου ἀποσχετέον· ὕδατι δὲ ἐν τῷ τοιῷδε χρηστέον, ἢ
ὑδαρέα καὶ κιῤῥὸν παντελῶς δοτέον οἶνον καὶ ἄοσμον
Work
Title: De Diaeta in Morbis Acutis
English: Regimen in Acute Diseases
Original: Περὶ διαίτης ὀξέων
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Littré, Émile
Title: Oeuvres complètes d'Hippocrate
Published: 1840
Series: Oeuvres complètes d'Hippocrate
Volume: 2
Pages: 224-376
Publisher: Baillière, Paris
Download
Hipp-Gr_021.xml [82 Kb]