De Diaeta Acutorum (spurium) (Regimen in Acute Diseases (Appendix))
Littré 1840
παραλλάξιες φρενῶν. Τῷ τοιῷδε δίδου πίνειν ὕδωρ τε
καὶ μελίκρητον ἑφθὸν ὑδαρὲς ὁκόσον ἐθέλει· κἂν
πικρὸν τὸ στόμα γίγνηται, ἐμέειν ξυμφέρει, καὶ τὴν κοιλίην
ὑποκλύσαι· ἢν δὲ μὴ πρὸς ταῦτα λύηται, γάλα
ὄνου ἑψήσας κάθαιρε. Ἁλμυρὸν δὲ μηδὲν μηδὲ δριμὺ
προσφέρειν, οὐ γὰρ ὒποίσει· ῥοφήματα δὲ, ἕως ἂν ἔξω
τῶν κρισίμων γένηται, μὴ δίδου. Κἢν αἷμα ἐκ τῶν ῥινῶν
ῥυῇ, λύεται τὸ πάθος, κἢν ἱδρῶτες ἐπιγένωνται κριτικοὶ
γνήσιοι μετ᾿ οὔρων λευκῶν καὶ παχέων καὶ λείων ὑφισταμένων,
κἢν ἀπόστημά που γένηται· ἢν δ᾿ ἄνευ τούτων
λυθῇ, ὑποστροφὴ πάλιν ἔσται τῆς ἀῤῥωστίης, ἢ ἰσχίων
ἢ σκελέων ἄλγημα ξυμβήσεται, καὶ πτύσεται παχέα, ἢν
μέλλῃ ὑγιὴς ἔσεσθαι. Καύσου γένος ἄλλο. Κοιλίη
ὑπάγουσα, δίψης μεστὴ, γλῶσσα τρηχείη, ξηρὴ, ἁλυκώδης·
Work
Title: De Diaeta Acutorum (spurium)
English: Regimen in Acute Diseases (Appendix)
Original: Περὶ διαίτης ὀξέων. Νόθα
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Littré, Émile
Title: Oeuvres complètes d'Hippocrate
Published: 1840
Series: Oeuvres complètes d'Hippocrate
Volume: 2
Pages: 394-528
Publisher: Baillière, Paris
Download
Hipp-Gr_022.xml [75 Kb]