De Diaeta Acutorum (spurium) (Regimen in Acute Diseases (Appendix))
Littré 1840
τοῖσι ῥοφήμασι χρῶ, διαφυλάσσων τοὺς παροξυσμοὺς τῶν
πυρετῶν, ὅκως μηδέποτε προσοίσεις μελλόντων ἔσεσθαι
τῶν πυρετῶν, ἀλλὰ ληγόντων, ἀλλὰ παυσαμένων, καὶ ὡς
ποῤῥωτάτω ἀπὸ τῆς ἀρχῆς. Ποδῶν δὲ ψυχρῶν ἐόντων,
μήτε ποτὸν μήτε ῥόφημα μήτ᾿ ἄλλο μηδὲν δίδου τοιόνδε,
ἀλλὰ μέγιστον ἡγοῖο τοῦτ᾿ εἶναι διαφυλάσσεσθαι, ἕως ἂν
διάθερμοι σφόδρα γένωνται· εἶθ᾿ οὕτω τὸ ξυμφέρον
πρόσφερε. Ὡς γὰρ ἐπιτοπουλὺ σημεῖόν ἐστι μέλλοντος παροξύνεσθαι
τοῦ πυρετοῦ ψύξις ποδῶν· εἰ δ᾿ ἐν τοιούτῳ καιρῷ
προσοίσεις, ἅπαντα τὰ μέγιστα ἐξαμαρτήσεις· τὸ γὰρ νούσημα
αὐξήσεις οὐ σμικρῶς. Ὁκόταν δὲ ὁ πυρετὸς λήγῃ,
τοὐναντίον οἱ πόδες θερμότεροι γίγνονται τοῦ ἄλλου σώματος·
αὔξεται μὲν γὰρ ψύχων τοὺς πόδας, ἐξαπτόμενος ἐκ τοῦ θώρηκος,
ἐς τὴν κεφαλὴν ἀναπέμπων τὴν φλόγα· ξυνδεδραμηκότος
δὲ ἅλες τοῦ θερμοῦ ἅπκντος ἄνω, καὶ ἀναθυμιωμένου ἐς
Work
Title: De Diaeta Acutorum (spurium)
English: Regimen in Acute Diseases (Appendix)
Original: Περὶ διαίτης ὀξέων. Νόθα
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Littré, Émile
Title: Oeuvres complètes d'Hippocrate
Published: 1840
Series: Oeuvres complètes d'Hippocrate
Volume: 2
Pages: 394-528
Publisher: Baillière, Paris
Download
Hipp-Gr_022.xml [75 Kb]