De Diaeta Acutorum (spurium) (Regimen in Acute Diseases (Appendix))
Littré 1840
κενοὶ καὶ ἀδύνατοί εἰσι, καὶ οὐρέουσι θερμὸν, παρὰ τὸ ἔθος
κενεαγγέοντες· γίγνεται δὲ καὶ τὸ στόμα ἁλυκὸν καὶ
πικρὸν, καὶ τρέμουσιν ἐν παντὶ ἔργῳ, καὶ κροτάφους ἐπιξυντείνονται,
καὶ τὸ δεῖπνον οὐ δύνανται πέσσειν, ὅκως
περ ἢν ἠριστηκότες ἔωσιν. Τούτους δὲ χρὴ δειπνέειν
ἔλασσον ἢ μεμαθήκασι, καὶ ὑγροτέρην μᾶζαν ἀντὶ ἄρτου,
καὶ λαχάνων λάπαθον, ἢ μαλάχην, ἢ πτισάνην, ἢ
σεῦτλα· πίνειν δὲ κατὰ τὸ σιτίον οἶνον, ὁκόσον ξύμμετρον,
καὶ ὑδαρέστερον, καὶ ἀπὸ δείπνου περιπατῆσαι ὀλίγον, ἕως
οὖρα καταδράμῃ καὶ οὐρήσῃ· χρεέσθω δὲ καὶ ἰχθύσιν
ἑφθοῖσιν. Βρώματα δὲ μάλιστα ἐπισημαίνει· σκόροδον φῦσαν
καὶ θέρμην περὶ τὸν θώρηκα, καὶ κεφαλῆς βάρος, καὶ ἄσην,
καὶ εἴ τι ἄλλο ἄλγημα εἴη μεμαθηκὸς πρόσθεν, παροξύνειεν
Work
Title: De Diaeta Acutorum (spurium)
English: Regimen in Acute Diseases (Appendix)
Original: Περὶ διαίτης ὀξέων. Νόθα
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Littré, Émile
Title: Oeuvres complètes d'Hippocrate
Published: 1840
Series: Oeuvres complètes d'Hippocrate
Volume: 2
Pages: 394-528
Publisher: Baillière, Paris
Download
Hipp-Gr_022.xml [75 Kb]