Digital Corpus for Graeco-Arabic Studies

Hippocrates: Epidemiarum I (Epidemics I)

Littré 1840

τέων ἀνήγαγον, ὥστε καὶ ὑπὸ χειμῶνα νοσέειν. Ἐκ πάντων δὲ τῶν ὑπογεγραμμένων ἐν τῇ καταστάσει ταύτῃ, μούνοισι τοῖσι φθινώδεσι θανατώδεα ξυνέπεσεν· ἐπεὶ τοῖσί γε ἄλλοισιν εὐφόρως πᾶσι, καὶ θανατώδεες ἐν τοῖσιν ἄλλοισι πυρετοῖσιν οὐκ ἐγένοντο.

ΤΜΗΜΑ ΔΕΥΤΕΡΟΝ ΚΑΤΑΣΤΑΣΙΣ ΔΕΥΤΕΡΗ.

4. Ἐν Θάσῳ πρωῒ τοῦ φθινοπώρου, χειμῶνες οὐ κατὰ καιρὸν, ἀλλ᾿ ἐξαίφνης ἐν βορείοισι καὶ νοτίοισι πουλλοῖσιν, ὑγροὶ καὶ προεκρηγνύμενοι. Ταῦτα δὴ ἐγένετο τοιαῦτα, μέχρι πληϊάδος δύσιος, καὶ ὑπὸ πληϊάδα. Χειμὼν δὲ βόρειος· ὕδατα πουλλὰ, λαῦρα, μεγάλα, χιόνες, μιξαίθρια τὰ πλεῖστα· ταῦτα δὲ ἐγένετο μὲν πάντα, οὐ λίην δὲ ἀκαίρως τὰ τῶν ψυχέων. Ἤδη δὲ μεθ᾿ ἡλίου τροπὰς χειμερινὰς, καὶ ἡνίκα ζέφυρος πνέειν ἄρχεται, ὀπισθοχειμῶνες μεγάλοι, βόρεια πουλλά· χιὼν, καὶ ὕδατα ξυνεχέως πουλλὰ,

Work

Title: Hippocrates: Epidemiarum I
English: Epidemics I
Original: Ἐπιδημίων τὸ πρῶτον

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Littré, Émile

Title: Oeuvres complètes d'Hippocrate

Published: 1840

Series: Oeuvres complètes d'Hippocrate

Volume: 2

Pages: 598-716

Publisher: Baillière, Paris

Download

Hipp-Gr_023.xml [85 Kb]