Digital Corpus for Graeco-Arabic Studies

Hippocrates: Epidemiarum I (Epidemics I)

Littré 1840

οὐ νεφριτικὰ, ἀλλὰ τουτέοισιν ἀντ᾿ ἄλλων ἄλλα· ἔμετοι χολώδεες, φλεγματώδεες, καὶ σιτίων ἀπέπτων ἀναγωγαί· ἱδρῶτες· πᾶσι πάντοθεν πουλὸς πλάδος· ἐγένετο δὲ ταῦτα πουλλοῖσιν, ὀρθοστάδην ἀπύροισι, πολλοῖσι δὲ πυρέττουσι, περὶ ὧν γεγράψεται· ἐνίοισι δὲ ὑπεφαίνετο πάντα τὰ ὑπογεγραμμένα μετὰ πόνου. Φθινώδεες, ἤδη φθινοπώρου καὶ ὑπὸ χειμῶνα, πυρετοὶ ξυνεχέες, καὶ τισιν αὐτέων ὀλίγοισι καυσώδεες ἡμερινοὶ, νυκτερινοὶ, ἡμιτριταῖοι, τριταῖοι, ἀκριβέες, τεταρταῖοι, πλανῆτες· ἕκαστοι δὲ τῶν ὑπογεγραμμένων πυρετῶν πολλοῖσιν ἐγένοντο. Οἱ μὲν οὖν καῦσοι ἐλαχίστοισί τε ἐγένοντο, καὶ ἥκιστα

Work

Title: Hippocrates: Epidemiarum I
English: Epidemics I
Original: Ἐπιδημίων τὸ πρῶτον

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Littré, Émile

Title: Oeuvres complètes d'Hippocrate

Published: 1840

Series: Oeuvres complètes d'Hippocrate

Volume: 2

Pages: 598-716

Publisher: Baillière, Paris

Download

Hipp-Gr_023.xml [85 Kb]