Digital Corpus for Graeco-Arabic Studies

Hippocrates: Epidemiarum I (Epidemics I)

Littré 1840

μακρὰ δὲ καὶ ὡς εἴθισται τουτέοισι, καὶ ἔτι μακρότερα ξυνέπιπτεν. Ἀμφημερινοὶ δὲ καὶ νυκτερινοὶ, καὶ πλανῆτες πολλοῖσι πολλοὶ, καὶ πουλὺν χρόνον παρέμενον, ὀρθοστάδην τε καὶ κατακειμένοισιν· τοῖσι πλείστοισι τουτέων ὐπὸ πληϊάδα καὶ μέχρι χειμῶνος οἱ πυρετοὶ παρείποντο. Σπασμοὶ δὲ πουλλοῖσι, μᾶλλον δὲ παιδίοισιν, ἐξ ἀρχῆς· καὶ ἐπύρεσσον, καὶ ἐπὶ πυρετοῖσιν ἐγίνοντο σπασμοί· χρόνια μὲν τοῖσι πλείστοισι τουτέων, ἀβλαβέα δὲ, εἰ μὴ τοῖσι καὶ ἐκ τῶν ἄλλων πάντων ὀλεθρίως ἔχουσιν. Οἱ δὲ ξυνεχέες μὲν τὸ ὅλον, καὶ οὐδὲν ἐκλείποντες, παροξυνόμενοι δὲ πᾶσι τριταιοφυέα τρόπον, μίαν ὑποκουφίζοντες, καὶ μίαν παροξυνόμενοι, πάντων βιαιότατοι τῶν τότε γενομένων, καὶ μακρότατοι, καὶ μετὰ πόνων μεγίστων γενόμενοι· πρηέως ἀρχόμενοι, τὸ ὅλον ἐπιδιδόντες αἰεὶ, καὶ παροξυνόμενοι, καὶ ἀνάγοντες ἐπὶ τὸ κάκιον· σμικρὰ διακουφίζοντες, καὶ ταχὺ

Work

Title: Hippocrates: Epidemiarum I
English: Epidemics I
Original: Ἐπιδημίων τὸ πρῶτον

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Littré, Émile

Title: Oeuvres complètes d'Hippocrate

Published: 1840

Series: Oeuvres complètes d'Hippocrate

Volume: 2

Pages: 598-716

Publisher: Baillière, Paris

Download

Hipp-Gr_023.xml [85 Kb]