Digital Corpus for Graeco-Arabic Studies

Hippocrates: Epidemiarum I (Epidemics I)

Littré 1840

καθιστάμενα, οὐδ᾿ ὑφιστάμενα, ἢ σμικρὰ καὶ κακὰ, καὶ ὠμὰ τὰ ὑφιστάμενα, κάκιστα δὲ ταῦτα πάντων. Βῆχες μὲν παρείποντο τοῖσι πυρετοῖσιν· γράψαι δὲ οὐκ ἔχω βλάβην οὐδ᾿ ὠφελείην γενομένην διὰ βηχὸς τότε. Χρόνια μὲν οὖν καὶ δυσχερέα, καὶ πάνυ ἀτάκτως καὶ πεπλανημέ· νως, καὶ ἀκρίτως τὰ πλεῖστα τουτέων διετέλει γινόμενα, καὶ τοῖσι πάνυ ὀλεθρίως ἔχουσι καὶ τοῖσι μή· εἰ γάρ τινας αὐτέων διαλείποι σμικρὰ, ταχὺ πάλιν ὑπέστρεφεν. Ἔστι δὲ οἷσιν ἔκρινεν αὐτέων ὀλίγοισιν· οἷσι τὰ βραχύτατα γένοιτο, περὶ ὀγδοηκοστὴν ἐοῦσι, καὶ τουτέων ἐνίοισιν ὑπέστρεφεν, ὥστε κατὰ χειμῶνα τοὺς πλείστους αὐτέων ἔτι νοσέειν· τοῖσι δὲ πλείστοισιν ἀκρίτως ἐξέλειπεν· ὁμοίως δὲ ταῦτα ξυνέπιπτε τοῖσι περιγινομένοισι καὶ τοῖσιν οὔ. Πολλῆς δέ τινος γενομένης ἀκρισίης καὶ ποικιλίης ἐπὶ τῶν νουσημάτων, καὶ μεγίστου μὲν σημείου καὶ κακίστου διὰ τέλεος παρεπομένου τοῖσι πλείστοισιν

Work

Title: Hippocrates: Epidemiarum I
English: Epidemics I
Original: Ἐπιδημίων τὸ πρῶτον

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Littré, Émile

Title: Oeuvres complètes d'Hippocrate

Published: 1840

Series: Oeuvres complètes d'Hippocrate

Volume: 2

Pages: 598-716

Publisher: Baillière, Paris

Download

Hipp-Gr_023.xml [85 Kb]