Epidemiarum I (Epidemics I)
Littré 1840
διὰ ῥινῶν· οἷσι δὲ βάρεα μὲν ὅλης τῆς κεφαλῆς, καρδιωγμοὶ δὲ καὶ ἀσώδεές εἰσιν, ἐπανεμέουσι χολώδεα καὶ φλεγματώδεα· τὸ πουλὺ δὲ παιδίοισιν ἐν τοῖσι τοιούτοισιν, οἱ σπασμοὶ μάλιστα· γυναιξὶ δὲ καὶ ταῦτα, καὶ ἀπὸ ὑστερέων πόνα· πρεσβυτέροισι δὲ καὶ ὅσοισιν ἤδη τὸ θερμὸν κρατέεται, παραπληκτικὰ, ἢ μανικὰ, ἢ στερήσιες ὀφθαλμῶν.
ΚΑΤΑΣΤΑΣΙΣ ΤΡΙΤΗ.
7. Ἐν Θάσῳ, πρὸ ἀρκτούρου ὀλίγον, καὶ ἐπ ἀρκτούρου, ὕδατα πουλλὰ, μεγάλα ἐν βορείοισιν. Περὶ δὲ ἰσημερίην καὶ μέχρι πληϊάδος, νότια ὕσματα ὀλίγα· χειμὼν βόρειος αὐχμοί· ψύχεα· πνεύματα μεγάλα· χιόνες. Περὶ δὲ ἰσημερίην,
Work
Title: Epidemiarum I
English: Epidemics I
Original: Ἐπιδημίων τὸ πρῶτον
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Littré, Émile
Title: Oeuvres complètes d'Hippocrate
Published: 1840
Series: Oeuvres complètes d'Hippocrate
Volume: 2
Pages: 598-716
Publisher: Baillière, Paris
Download
Hipp-Gr_023.xml [85 Kb]