Digital Corpus for Graeco-Arabic Studies

Hippocrates: Epidemiarum I (Epidemics I)

Littré 1840

ἀλλὰ τούτοισιν ἢ κατὰ κύστιν κάθαρσις, ἢ κοιλίη ἐκταραχθεῖσα ὠφέλησεν, ἢ δαψιλὴς αἱμοῤῥαγίη· οἷον Ἡρακλείδης, ὃς κατέκειτο παρὰ Ἀριστοκύδει· καίτοι τουτέῳ καὶ ἐκ ῥινῶν ᾑμοῤῥάγησε, καὶ ἡ κοιλίη ἐπεταράχθη, καὶ τὰ κατὰ κύστιν ἐκαθήρατο, ἐκρίθη εἰκοσταῖος· οὐχ οἷον ὁ Φαναγόρεω οἰκέτης, ᾧ οὐδὲν τουτέων ἐγένετο, ἀπέθανεν. Αἱμοῤῥαγίαι δὲ τοῖσι πλείστοισι, μάλιστα δὲ μειρακίοισι, καὶ ἀκμάζουσιν· καὶ ἔθνησκον πλεῖστοι τοιουτέων, οἷσι μὴ αἱμοῤῥαγῆσαι ἐγένετο· πρεσβυτέροισι δὲ ἐς ἰκτέρους, ἢ κοιλίαι ταραχώδεες, οἷον Βίωνι, τῷ παρὰ Σιληνὸν κατακειμένῳ· ἐπεδήμησαν δὲ καὶ δυσεντερίαι κατὰ θέρος· καί τισι τῶν διανοσησάντων, οἷσι καὶ αἱμοῤῥαγίαι ἐγένοντο, ἐς δυσεντεριώδεα ἐτελεύτησεν· οἷον τοῦ Ἐράτωνος τῷ παιδὶ, καὶ Μύλλῳ, πολλῆς αἱμοῤῥαγίης γενομένης, ἐς δυσεντεριώδεα κατέστη·

Work

Title: Hippocrates: Epidemiarum I
English: Epidemics I
Original: Ἐπιδημίων τὸ πρῶτον

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Littré, Émile

Title: Oeuvres complètes d'Hippocrate

Published: 1840

Series: Oeuvres complètes d'Hippocrate

Volume: 2

Pages: 598-716

Publisher: Baillière, Paris

Download

Hipp-Gr_023.xml [85 Kb]