Digital Corpus for Graeco-Arabic Studies

Hippocrates: Epidemiarum I (Epidemics I)

Littré 1840

περιεγένοντο. Πολλοῖσι μὲν οὖν μάλιστα ὁ χυμὸς οὗτος ἐπεπόλασεν· ἐπεὶ καὶ οἷσι περὶ κρίσιν οὐχ ᾑμοῤῥάγησεν, ἀλλὰ παρὰ τὰ ὦτα ἐπαναστάντα ἠφανίσθη, τούτων δὲ ἀφανισθέντων παρὰ τὸν κενεῶνα βάρος τὸν ἀριστερὸν, καὶ ἐς ἄκρον ἰσχίον, ἀλγήματος μετὰ κρίσιν γενομένου, καὶ οὔρων λεπτῶν διεξιόντων, αἱμοῤῥαγέειν σμικρὰ ἤρξατο περὶ τετάρτην καὶ εἰκοστὴν, καὶ ἐγένοντο ἐς αἱμορῤῥαγίην ἀποστάσιες· Ἀντιφῶντι τῷ Κριτοβούλου ἐπεπαύσατο, καὶ ἐκρίθη τελέως περὶ τεσσαρακοστήν. Γυναῖκες δὲ ἐνόσησαν μὲν πουλλαὶ, ἐλάσσους δὲ ἢ ἄνδρες, καὶ ἔθνησκον ἥσσους· ἐδυστόκεον δὲ πλεῖσται, καὶ μετὰ τοὺς τόκους ἐπενόσεον, καὶ ἔθνησκον αὗται μάλιστα, οἷον Τελεβόλου θυγάτηρ ἀπέθανεν ἑκταίη ἐκ τόκου. Τῇσι μὲν οὖν πλείστῃσιν ἐν τοῖσι πυρετοῖσι γυναικεῖα ἐπεφαίνετο, καὶ παρθένοισι

Work

Title: Hippocrates: Epidemiarum I
English: Epidemics I
Original: Ἐπιδημίων τὸ πρῶτον

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Littré, Émile

Title: Oeuvres complètes d'Hippocrate

Published: 1840

Series: Oeuvres complètes d'Hippocrate

Volume: 2

Pages: 598-716

Publisher: Baillière, Paris

Download

Hipp-Gr_023.xml [85 Kb]