Digital Corpus for Graeco-Arabic Studies

Hippocrates: Epidemiarum I (Epidemics I)

Littré 1840

πολλῇσι τότε πρῶτον ἐγένετο· ἔστι δ᾿ ὅτε καὶ ἐκ ῥινῶν, καὶ τὰ γυναικεῖα τῇσιν αὐτῇσιν ἐπεφαίνετο· οἷον τῇ Δαϊθαρσέως θυγατρὶ παρθένῳ ἐπεφάνη τότε πρῶτον, καὶ ἐκ ῥινῶν λαῦρον ἐῤῥύη· καὶ οὐδεμίην οἶδα ἀποθανοῦσαν, ᾗσι τουτέων τι καλῶς γένοιτο· ᾗσι δὲ ξυνεκύρησεν ἐν γαστρὶ ἐχούσῃσι νοσῆσαι, πᾶσαι ἀπέφθειραν, ἃς καὶ ἐγὼ οἶδα. Οὖρα δὲ τοῖσι πλείστοισιν, εὔχροα μὲν, λεπτὰ δὲ, καὶ ὑποστάσιας ὀλίγας ἔχοντα· κοιλίαι δὲ ταραχώδεες τοῖσι πλείστοισι, διαχωρήμασι λεπτοῖσι καὶ χολώδεσιν· πολλοῖσι δὲ, τῶν ἄλλων κεκριμένων, ἐς δυσεντερίας ἐτελεύτα, οἷον Ξενοφάνει καὶ Κριτίᾳ. Οὖρα δὲ ὑδατώδεα πολλὰ, καθαρὰ, καὶ λεπτὰ, καὶ μετὰ κρίσιν, καὶ ὑποστάσιος καλῆς γενομένης, καὶ τῶν ἄλλων καλῶς κεκριμένων, ἀναμνήσομαι

Work

Title: Hippocrates: Epidemiarum I
English: Epidemics I
Original: Ἐπιδημίων τὸ πρῶτον

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Littré, Émile

Title: Oeuvres complètes d'Hippocrate

Published: 1840

Series: Oeuvres complètes d'Hippocrate

Volume: 2

Pages: 598-716

Publisher: Baillière, Paris

Download

Hipp-Gr_023.xml [85 Kb]