Digital Corpus for Graeco-Arabic Studies

Hippocrates: Epidemiarum I (Epidemics I)

Littré 1840

οἷσιν ἐγένετο, Βίωνι ὃς κατέκειτο παρὰ Σιληνὸν, Κρατίῃ τῇ παρὰ Ξενοφάνεος, Ἀρέτωνος παιδὶ, Μνησιστράτου γυναικί· μετὰ δὲ, δυσεντεριώδεες ἐγένοντο οὗτοι πάντες· ἦρά γε ὅτι οὔρησαν ὑδατώδεα, σκεπτέον. Περὶ δὲ ἀρκτοῦρον, ἑνδεκαταίοισι πουλλοῖσιν ἔκρινε, καὶ τουτέοισιν οὔθ᾿ αἱ κατὰ λόγον γιγνόμεναι ὑποστροφαὶ ὑπέστρεφον· ἦσαν δὲ κωματώδεες περὶ τὸν χρόνον τοῦτον, πλείω δὲ παιδία, καὶ ἔθνησκον ἥκιστα οὗτοι πάντων.

9. Περὶ δὲ ἰσημερίην καὶ μέχρι πληϊάδος καὶ ὑπὸ χειμῶνα, παρείποντο μὲν οἱ καῦσοι· ἀτὰρ καὶ φρενιτικοὶ πλεῖστοι τηνικαῦτα ἐγένοντο, καὶ ἔθνησκον τουτέων οἱ πλεῖστοι· ἐγένοντο δὲ καὶ κατὰ θέρος ὀλίγοι. Τοῖσι μὲν οὖν καυσώδεσιν ἀρχομένοισιν ἐπεσήμαινεν, οἷσι τὰ ὀλέθρια ξυνέπιπτεν· αὐτίκα γὰρ ἀρχομένοισι πυρετὸς ὀξὺς,

Work

Title: Hippocrates: Epidemiarum I
English: Epidemics I
Original: Ἐπιδημίων τὸ πρῶτον

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Littré, Émile

Title: Oeuvres complètes d'Hippocrate

Published: 1840

Series: Oeuvres complètes d'Hippocrate

Volume: 2

Pages: 598-716

Publisher: Baillière, Paris

Download

Hipp-Gr_023.xml [85 Kb]