Digital Corpus for Graeco-Arabic Studies

Hippocrates: Epidemiarum I (Epidemics I)

Littré 1840

ἐπεῤῥίγεον σμικρά· ἄγρυπνοι, ἀδήμονες, διψώδεες, ἀσώδεες· σμικρὰ ἐφίδρουν, περὶ μέτωπον καὶ κληἳδας, οὐδεὶς δι᾿ ὅλου· πουλλὰ παρέλεγον· φόβοι, δυσθυμίαι, ἄκρεα περίψυχρα, πόδες ἄκροι, μάλιστα δὲ τὰ περὶ χεῖρας· οἱ παροξυσμοὶ ἐν ἀρτίῃσι· τοῖσι δὲ πλείστοισι τεταρταίοισιν οἱ πόνοι μέγιστοι, καὶ ἱδρὼς ἐπὶ πλεῖστον ὑπόψυχρος, καὶ ἄκρεα οὐκ ἔτι ἐθερμαίνοντο, ἀλλ᾿ ἦσαν πελιδνὰ καὶ ψυχρά· καὶ οὐδ᾿ ἐδίψων ἔτι· ἐπὶ τούτοισιν οὖρα μέλανα, ὀλίγα, λεπτά· καὶ κοιλίαι ἐφίσταντο· οὐδ᾿ ᾑμοῤῥάγησεν ἐκ ῥινῶν οὐδενὶ, οἷσι ταῦτα ξυμπίπτοι, ἀλλὰ

Work

Title: Hippocrates: Epidemiarum I
English: Epidemics I
Original: Ἐπιδημίων τὸ πρῶτον

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Littré, Émile

Title: Oeuvres complètes d'Hippocrate

Published: 1840

Series: Oeuvres complètes d'Hippocrate

Volume: 2

Pages: 598-716

Publisher: Baillière, Paris

Download

Hipp-Gr_023.xml [85 Kb]