Digital Corpus for Graeco-Arabic Studies

Hippocrates: Epidemiarum I (Epidemics I)

Littré 1840

ἔχοντα ἔλθοι, ἢ κατὰ κοιλίην ταραχώδεα, χολώδεα, ἐπικαίρως, ἢ δυσεντερικοὶ γενοίατο· πολλοῖσι δὲ ξυνέπιπτε μὴ ἐφ᾿ ἑνὸς κρίνεσθαι τῶν ὑπογεγραμμένων σημείων, ἀλλὰ διεξιέναι διὰ πάντων τοῖσι πλείστοισι, καὶ δοκέειν μὲν ἔχειν ὀχληροτέρως· διεσώζοντο δὲ πάντες, οἷσι ταῦτα ξυνεμπίπτοι. Γυναιξὶ δὲ καὶ παρθένοισι ξυνέπιπτε μὲν καὶ τὰ ὑπογεγραμμένα σημεῖα πάντα· ᾗσι δὲ ἢ τουτέων τι καλῶς γένοιτο, ἢ τὰ γυναικεῖα δαψιλέως ἐπιφανεία, διὰ τουτέων ἐσώζοντο, καὶ ἔκρινε, καὶ οὐδεμίην οἶδα ἀπολομένην, ᾗσι τουτέων τι καλῶς γένοιτο· Φίλωνος γὰρ τῇ θυγατρὶ ἐκ ῥινῶν λαῦρον ἐῤῥύη, ἑβδομαίη δὲ ἐοῦσα ἐδείπνησεν ἀκαιροτέρως, ἀπέθανεν. Οἷσιν ἐν πυρετοῖσιν ὀξέσι, μᾶλλον δὲ καυσώδεσιν, ἀέκουσι δάκρυα παραῤῥεῖ, τούτοισιν ἀπὸ ῥινῶν αἱμοῤῥαγίην προσδέχεσθαι, ἢν καὶ τἄλλα μὴ ὀλεθρίως ἔχωσιν· ἐπεὶ τοῖσί γε φλαύρως ἔχουσιν, οὐχ

Work

Title: Hippocrates: Epidemiarum I
English: Epidemics I
Original: Ἐπιδημίων τὸ πρῶτον

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Littré, Émile

Title: Oeuvres complètes d'Hippocrate

Published: 1840

Series: Oeuvres complètes d'Hippocrate

Volume: 2

Pages: 598-716

Publisher: Baillière, Paris

Download

Hipp-Gr_023.xml [85 Kb]