Digital Corpus for Graeco-Arabic Studies

Hippocrates: Epidemiarum I (Epidemics I)

Littré 1840

ἓξ, ἐλάμβανε τρισίν· διέλιπε μίαν, μίαν ἐλάμβανεν, ἔκρινεν, οἷον Εὐάγοντι τῷ Δαϊθάρσεος. Οἷσι δὲ ἔκρινεν ἑκταίοισι, διέλιπεν ἑπτά· ἐκ δὲ τῆς ὑποστροφῆς, ἔκρινε τετάρτῃ, οἷον τῇ Ἀγλαΐδου θυγατρί. Οἱ μὲν οὖν πλεῖστοι τῶν νοσησάντων, ἐν τῇ καταστάσει ταύτῃ, τούτῳ τῷ τρόπῳ διενόσησαν· καὶ οὐδένα οἶδα τῶν περιγενομένων ᾧτινι οὐχ ὑπέστρεψαν αἱ κατὰ λόγον ὑποστροφαὶ γενόμεναι· καὶ διεσώζοντο πάντες οὓς ἐγὼ οἶδα, οἷσιν αἱ ὑποστροφαὶ διὰ τοῦ εἴδεος τούτου γενοίατο· οὐδὲ τῶν διανοσησάντων διὰ τούτου τοῦ τρόπου οὐδενὶ οἶδα ὑποστροφὴν γενομένην πάλιν. Ἔθνησκον δὲ ἐν τοῖσι νουσήμασι τούτοισιν οἱ πλεῖστοι, ἑκταῖοι, οἷον Ἐπαμινώνδας, καὶ Σιληνὸς, καὶ Φιλίσκος ὁ Ἀνταγόρεω. Οἷσι δὲ

Work

Title: Hippocrates: Epidemiarum I
English: Epidemics I
Original: Ἐπιδημίων τὸ πρῶτον

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Littré, Émile

Title: Oeuvres complètes d'Hippocrate

Published: 1840

Series: Oeuvres complètes d'Hippocrate

Volume: 2

Pages: 598-716

Publisher: Baillière, Paris

Download

Hipp-Gr_023.xml [85 Kb]